Anonymi Epigrammatici εἰς τὸν αὐτόν ὑψιμέδων Θεοῦ υἱέ, φαοσφόρον ἀίδιον φῶς, σήν μοι ὄπαζε χάριν καὶ νῦν καὶ ἔπειτα καὶ αἰεί, ὡς προθέλυμνον ἐοῦσαν ὅτῳ καὶ ὅπῃ κατανεύσεις. Anonymi Epigrammatici εἰς τὸν αὐτόν Πανσθενὲς υἱὲ Θεοῦ, Χριστέ, προάναρχε ἁπάντων, πᾶσιν ἐπιχθονίοις σωτήρια νάματα βλύζων, μητρὸς ἀπειρογάμοιο τεῆς λιτέων ἐπακούων, σὴν χάριν ἄμμιν ὄπαζε καὶ ἐν μύθοις καὶ ἐν ἔργοις. Marinus εἰς τὸν αὐτόν χριστέ, Θεοῦ σοφίη, χάριν ὤπασον εὐεπιάων, καὶ λογικῆς σοφίης ἐμπέραμον τέλεσον, ὃς τόδε τεῦχος ἔγραψεν ἑαῖς χείρεσσι Μαρῖνος, φάρμακον ἀφραδίης, πρόξενον εὐφραδίης. Anonymi Epigrammatici εἰς τὸν αὐτὸν μονόστιχα χριστέ, τεὴν προΐαλλε χάριν καμάτοισιν ἐμεῖο. ὁ Χριστὸς καὶ ἐμοῖς ἐπιτάρροθος ἔσσεται ἔργοις. Χριστὸς ἐμοῖς καμάτοισιν ἀρηγόνα χεῖρα τιταίνοι. χριστέ, σύ μοι προΐαλλε τεὴν πολύολβον ἀρωγήν. χριστέ, τεὴν καμάτοισιν ἐμοῖς χάριν αὐτὸς Anonymi Epigrammatici εἰς τὸν αὐτόν χριστὲ μάκαρ, μερόπων φάος ἄφθιτον, ἐλπὶς ἁπάντων, ἐσθλὰ δίδου χατέουσι, τὰ δʼ οὐ καλὰ νόσφιν ἐρύκοις,.