Anonymi Epigrammatici εἰς τὸν αὐτόν παῖ, γέρον, αἰώνων προγενέστερε, πατρὸς ὁμῆλιξ· Anonymi Epigrammatici εἰς τὸν αὐτόν πατρὸς ἐπουρανίου λόγε πάνσοφε, κοίρανε κόσμου, ὁ βροτέην γενεὴν τιμήσας εἰκόνι σεῖο, σὴν χάριν ἄμμιν ὄπαζε καὶ ὀλβιόδωρον ἀρωγὴν εἰς σὲ γὰρ εἰσορόωσιν ἐν ἐλπίσιν ὄμματα πάντων. Marinus εἰς τὸν αὐτόν ἀθανάτου πατρὸς υἱὲ συνάχρονε, κοίρανε πάντων, αἰθερίων μεδέων, εἰναλίων, χθονίων, δμωὶ τεῷ, τῷ τήνδε βίβλον γράψαντι , Μαρίνῳ δὸς χάριν εὐεπίης καὶ λογικῆς σοφίας. Anonymi Epigrammatici εἰς τὸν αὐτόν Σύνθρονε καὶ συνάναρχε τεῷ πατρί, πνεύματί τʼ· ἐσθλῷ, οἰχομένων ὄντων τε καὶ ἐσσομένων βασιλεύων, τῷ ταῦτα γράψαντι τεὴν χάριν αὐτὸς ὀπάζοις, ὄφρα κε σῇς ἐφετμῇσι καλῶς βίου οἶμον ὁδεύοι. Anonymi Epigrammatici εἰς τὸν αὐτόν χριστέ, Θεοῦ σοφίη, κόσμου μεδέων καὶ ἀνάσσων ἡμετέρην τὸ πάροιθε πλάσας μεροπηίδα φύτλην, δός με θέειν βίου οἶμον ἐν ὑμετέραις ἐφετμῇσι.