Anonymi Epigrammatici ἄλλο αὐτὴν ἐργοπόνοισιν ἐπιπνείουσαν ἀρωγὴν εἶχεν Ἰουλιανὴ μάρτυρα νηοπόλον οὔποτε γὰρ τοῖόν τε τόσον τʼ εὐδαίδαλον ἔργον ἤνυσεν, οὐρανίης ἔμπλεον ἀγλαΐης. Anonymi Epigrammatici ἄλλο οὐκέτι θαυμάζεις προτέρων κλέος· οὐ διὰ τέχνης εὖχος ἐν ὀψιγόνοις λίπον ἄσπετον, ὁσσάτιόν περ κῦδος Ἰουλιανῆς πινυτόφρονος, ἣ χάριν ἔργων ἀρχεγόνων νίκησε νοήματα πάνσοφα φωτῶν. Anonymi Epigrammatici εἰς Ἀκούβιτον. εἰς Βαήν τῆς ἀγαθῆς ἀγαθὸς μὲν ἐγὼ κύκλος Ἀγαθονίκης ἄνθετο δʼ ἀχράντῳ μάρτυρί με Τροφίμῳ. Claudianus εἰς τὸν σωτῆρα πυρὸς ἀενάοιο σοφὴν ὠδῖνα φυλάσσων, ἐμβεβαὼς κόσμοιο παλινδίνητον ἀνάγκην, χριστέ, θεορρήτοιο βίου φυσίζοε πηγή, πατρὸς ἀσημάντοιο Θεοῦ πρωτόσπορε φωνή, ὃς μετὰ μητρῴων τοκετῶν ἐγκύμονα φόρτον καὶ γόνον αὐτοτέλεστον ἀνυμφεύτων ὑμεναίων στήσας Ἀσσυρίης γενεῆς ἑτερόφρονα λύσσαν, ὄργια δʼ εἰδώλων κενεῶν ψευδώνυμα λύσας, αἰθέρος ἀμφιβέβηκας ἐφʼ ἑπτάζωνον ὀχῆα, ἀγγελικαῖς πτερύγεσσιν ἐν ἀρρήτοισι θαάσσων ἵλαθι, παγγενέταο Θεοῦ πρεσβήιον ὄμμα, φρουρὲ βίου, σῶτερ μερόπων, αἰῶνος ἀνάσσων. Claudianus εἰς τὸν δεσπότην Χριστόν Ἀρτιφανές, πολοοῦχε, παλαιγενές, υἱὲ νεογνέ, αἰὲν ἐὼν προεών τε, ὑπέρτατε, ὕστατε, Χριστέ, ἀθανάτοιο πατρός τε ὁμόχρονε, πάμπαν ὁμοῖε.