Anonymi Epigrammatici εἰς τοὺς ἁγίους Ἀναργύρους τοὺς εἰς τὰ Βασιλίσκου τοῖς σοῖς θεράπουσιν ἡ θεράπαινα προσφέρω σοφία τὸ δῶρον. χριστέ, προσδέχου τὰ σά, καὶ τῷ βασιλεῖ μου μισθὸν Ἰουστίνῳ δίδου, νίκας ἐπὶ νίκαις κατὰ νόσων καὶ βαρβάρων. Anonymi Epigrammatici εἰς τὴν ἁγίαν Εὐφημίαν τὴν Ὀλυβρίου εἰμὶ δόμος Τριάδος, τρισσὴ δέ με τεῦξε γενέθλη· πρώτη μὲν πολέμους καὶ βάρβαρα φῦλα φυγοῦσα τεύξατο καὶ μʼ ἀνέθηκε Θεῷ ζωάγρια μόχθων Θευδοσίου θυγάτηρ Εὐδοξία· ἐκ δέ με κείνης Πλακιδίη κόσμησε σὺν ὀλβίστῳ παρακοίτῃ·̓· εἰ δέ που ἀγλαΐης ἐπεδεύετο κάλλος ἐμεῖο, τὴν δέ μοι ὀλβιόδωρος ὑπὲρ μνήμης γενετήρων δῶκεν Ἰουλιανή, καὶ ὑπέρτατον ὤπασε κῦδος μητέρι καὶ γενέτῃ καὶ ἀγακλέι μητρὶ τεκούσης, κόσμον ἀεξήσασα παλαίτερον. ὧδʼ ἐμὸν ἔργον. Anonymi Epigrammatici εἰς τὸν αὐτὸν ναὸν ἔνδοθεν τοῦ περιδρόμου κάλλος ἔχον καὶ πρόσθεν ἐπήρατον ἀλλʼ ἐπὶ μορφῇ τῇ πρὶν ἀρειοτέρην νῦν λάχον ἀγλαΐην. Anonymi Epigrammatici ἄλλο οὕτω γῆρας ἐμὸν μετὰ μητέρα καὶ μετὰ τηθὴν ξῦσεν Ἰουλιανή, καὶ νέον ἄνθος ἔχω. Anonymi Epigrammatici ἄλλο ἦν ἄρα καὶ κάλλους ἔτι κάλλιον εὖτʼ ἐμὸν ἔργον, καὶ πρὶν ἐὸν περίπυστον, ἀοίδιμον ἐς χθόνα πᾶσαν, ἀγλαΐης προτέρης ἐς ὑπέρτερον ἤγαγε κάλλος τόσσον Ἰουλιανή, ὅσον ἄστρασιν ἀντιφερίζειν.