Anonymi Epigrammatici εἰς τὸ κιβούριον τῆς ἁγίας Σοφίας ἃς οἱ πλάνοι καθεῖλον ἐνθάδʼ εἰκόνας ἄνακτες ἐστήλωσαν εὐσεβεῖς πάλιν. Anonymi Epigrammatici ἐν ταῖς ἁψῖσι τῶν Βλαχερνῶν θεῖος Ἰουστῖνος, Σοφίης πόσις, ᾧ πόρε Χριστὸς πάντα διορθοῦσθαι, καὶ κλέος ἐν πολέμοις, μητρὸς ἀπειρογάμοιο δόμον σκάζοντα νοήσας, σαθρὸν ἀποσκεδάσας τεῦξέ μιν ἀσφαλέως. Anonymi Epigrammatici εἰς τὸ αὐτὸ ἐν ταῖς αὐταῖς ὁ πρὶν Ἰουστῖνος περικαλλέα δείματο νηὸν τοῦτον μητρὶ Θεοῦ, κάλλεϊ λαμπόμενον· ὁπλότερος δὲ μετʼ αὐτὸν Ἰουστῖνος βασιλεύων κρείσσονα τῆς προτέρης ὤπασεν ἀγλαΐην. Anonymi Epigrammatici εἰς τὸν ναὸν τοῦ Προδρόμου ἐν τῷ Στουδίου τοῦτον Ἰωάννῃ, Χριστοῦ μεγάλῳ θεράποντι, Στούδιος ἀγλαὸν οἶκον ἐδείματο· καρπαλίμως δὲ τῶν κάμεν εὕρετο μισθόν, ἑλὼν ὑπατηίδα ῥάβδον. Anonymi Epigrammatici εἰς τὸν ναὸν τοῦ ἁγίου ἀποστόλου Θωμᾶ ἐν τοῖς Ἀμαντίου τόνδε Θεῷ κάμες οἶκον, Ἀμάντιε, μεσσόθι πόντου, τοῖς πολυδινήτοις κύμασι μαρνάμενος. οὐ νότος, οὐ βορέης ἱερὸν σέο δῶμα τινάξει, νηῷ θεσπεσίῳ τῷδε φυλασσόμενον. ζώοις ἤματα πολλά· σὺ γὰρ νεοθηλέα Ῥώμην, πόντῳ ἐπαΐξας, θήκαο φαιδροτέρην.