Anonymi Epigrammatici ἄνδρʼ ἐμὸν ἔκτανʼ ἑκυρός, ἑκυρὸν δʼ ἔκτανεν ἀνὴρ, καὶ δαὴρ ἑκυρόν, καὶ ἑκυρὸς γενέτην. Anonymi Epigrammatici λέβητας ἔγνων μὴ σιωπᾶν εἰδότας, πλὴν ἄρτια τὸν χαλκὸν ἠχεῖν προτρέπειν, ἀντικτυποῦντος τοῦ πρώτου τῷ δευτέρῳ, καὶ μεταδιδόντος τῷ τετάρτῳ τοῦ τρίτου. ἐὰν δὲ τὸ κινοῦν ἠρεμῇ καὶ μὴ πνέῃ, ἄφωνος ὁ λέβης· τῇ φύσει γὰρ οὐ λάλος. τῶν σῶν δὲ λεβήτων ἡ φύσις μὲν εὔστομος· σῇ ˘ δʼ ἐντυχοῦσα γίνετʼ εὐστομωτέρα, σιγῶσ’ ὅταν δεῖ, καὶ λαλοῦσ’ ὅταν δέοι. Anonymi Epigrammatici τοὺς χιλίους στατῆρας, οὓς ἐκτησάμην, λαβεῖν κελεύω τοὺς ἐμοὺς παῖδας δύο· πλὴν γνησίου τὸ πέμπτον ηὐξήσθω δέκα μέτρου τετάρτου τῶν λαχόντων τῷ νόθῳ. Anonymi Epigrammatici ἓξ μνῶν ἓξ φιάλας Κροῖσος βασιλεὺς ἀνέθηκεν δραχμῇ τὴν ἑτέρην μείζονα τῆς ἑτέρης. Anonymi Epigrammatici ἄμφω μὲν ἡμεῖς εἴκοσι μνᾶς ἕλκομεν, Ζῆθός τε χὠ ξύναιμος· ἢν δέ μου λάβῃς τρίτον, τό τέτρατον τε τοῦδʼ Ἀμφίονος, ἓξ πάντʼ ἀνευρὼν, μητρὸς εὑρήσεις σταθμόν.