Anonymi Epigrammatici εἰς τὴν Αὐγείου κόπρον Αὐγείην ἐρέεινε μέγα σθένος Ἀλκεΐδαο, πληθὺν βουκολίων διζήμενος· ὃς δʼ ἀπάμειπτο· “ ἀμφὶ μὲν Ἀλφειοῖο ῥοάς, φίλος, ἥμισυ τῶνδε· μοίρη δʼ ὀγδοάτη ὄχθον Κρόνου ἀμφινέμονται· δωδεκάτη δʼ ἀπάνευθε Ταραξίπποιο παρʼ ἱρὸν ἀμφὶ δʼ ἄρʼ Ἤλιδα δῖαν ἐεικοστὴ νεμέθονται· αὐτὰρ ἐν Ἀρκαδίῃ γε τριηκοστὴν προλέλοιπα· λοιπὰς δʼ αὖ λεύσσεις ἀγέλας τόδε πεντήκοντα.” Anonymi Epigrammatici εἰμὶ πατρὸς λευκοῖο μέλαν τέκος, ἄπτερος ὄρνις, ἄχρι καὶ οὐρανίων ἱπτάμενος νεφέων κούραις δʼ ἀντομένῃσιν ἀπενθέα δάκρυα τίκτω· εὐθὺ δὲ γεννηθεὶς λύομαι εἰς ἀέρα. Anonymi Epigrammatici Ὡρονόμων ὄχʼ ἄριστε, πόσον παρελήλυθεν ἠοῦς; ὅσσον ἀποιχομένοιο δύο τρίτα, δὶς τόσα λείπει. Anonymi Epigrammatici χάλκεός εἰμι λέων κρουνοὶ δέ μοι ὄμματα δοιά, καὶ στόμα, καὶ δὲ θέναρ δεξιτεροῖο ποδός. πλήθει δὲ κρητῆρα δύʼ ἤμασι δεξιὸν ὄμμα, καὶ λαιὸν τρισσοῖς, καὶ πισύροισι θέναρ· ἄρκιον ἓξ ὥραις πλῆσαι στόμα· σὺν δʼ ἅμα πάντα, καὶ στόμα καὶ γλῆναι καὶ θέναρ, εἰπὲ πόσον. Anonymi Epigrammatici ἕξ, ἕν, πέντε, δύο, τρία, τέσσαρα κῦβος ἐλαύνει.