Anonymi Epigrammatici εἶδον ἐγώ ποτε θῆρα διʼ ὕλης τμητοσιδήρου ὕπτιον ὀρθὰ τρέχοντα, ποσὶν δʼ οὐχ ἥπτετο γαίης. Anonymi Epigrammatici εἰ πυρὸς αἰθομένου μέσσην ἑκατοντάδα θείης, παρθένου εὑρήσεις υἱέα καὶ φονέα. Anonymi Epigrammatici ἐς μέσον Ἡφαίστοιο βαλὼν ἑκατοντάδα μούνην, παρθένου εὑρήσεις υἱέα καὶ φονέα. Anonymi Epigrammatici μὴ λέγε, καὶ λέξεις ἐμὸν οὔνομα. δεῖ δέ σε λέξαι; ὧδε πάλιν, μέγα θαῦμα, λέγων ἐμὸν οὔνομα λέξεις. Anonymi Epigrammatici Νηρέος ὄντα με παῖδα φέρει γαιήιος υἱός, τὸν Στυγὸς ἱμερτοῖς νάμασι δυόμενον.