Anonymi Epigrammatici εἷς ἄνεμος· δύο νῆες· ἐρέττουσιν δέκα ναῦται· εἷς δὲ κυβερνήτης ἀμφοτέρας ἐλάει. Anonymi Epigrammatici ἓξ πόδες ἐν χώραισι τόσαις μετροῦσιν ἴαμβον, σπονδεῖος, χόριος, καὶ δάκτυλος ἠδʼ ἀνάπαιστος, πυρρίχιος καὶ ἴαμβος· ἔχει δέ τε οἶκον ἕκαστος. πυρριχίου τέλος ἔσθʼ ὃς μακρὰν οἶδεν ἐν ἀρχῇ, πρώτη καὶ τριτάτη, πέμπτη δέ τε τούσδε κατίσχει. οἱ δʼ ἄλλοι κατὰ πᾶσαν ὁμῶς βαίνουσιν ἀταρπόν· μοῦνον ἴαμβον ἄνακτα φέρει τόπος, ὃν κʼ ἐθελήσῃ. Anonymi Epigrammatici νῆσος ὅλη, μύκημα βοός, φωνή τε δανειστοῦ. Anonymi Epigrammatici Θήρη μὲν πολέμου μελέτη· θήρη δὲ διδάσκει κρυπτὸν ἑλεῖν, ἐπιόντα μένειν, φεύγοντα, διώκειν. Anonymi Epigrammatici Ἕκτορα τὸν Ἕκτορα Διομήδης ἔκτανεν ἀνὴρ Αἴας πρὸ Τρώων ἔγχεϊ μαρνάμενον.