Phalaecus ἑνδεκασυλλάβιον τρίμετρον οὕτω καλούμενον τοῦτʼ ἐγὼ τὸ περισσὸν εἰκόνισμα τοῦ κωμῳδογέλωτος, εἰς θρίαμβον κισσῷ καὶ στεφάνοισιν ἀμπυκασθέν, ἔστασ’, ὄφρα Λύκωνι σᾶμʼ ἐπείη. ὅσσα γὰρ † καθύπερθε λαμπρὸς ἁνήρ· μνᾶμα τοῦ χαρίεντος ἔν τε λέσχᾳ ἒν τʼ οἴνῳ τόδε κἄτι τοῖς ἔπειτα ἄγκειται, παράδειγμα τᾶς ὀπωπᾶς. Callimachus κωμικὸν τετράμετρον ὁ Λύκτιος Μενοίτας τὰ τόξα ταῦτʼ ἐπειπὼν ἔθηκε· “τῆ, κέρας τοι δίδωμι καὶ φαρέτρην, Σάραπι· τοὺς δʼ ὀιστοὺς ἔχουσιν Ἑσπερῖται.” Theodoridas Ἑσπερῖται τετράμετρον Ἀρχιλόχειον ἐκ δολίχου τόνδε σφυρήλατον, ὡς τάχει κρατήσας, Πᾶις Ἀριστομάχειος ἀνείλετο χάλκεον λέβητα. Callimachus Πεντάμετρον βακχικόν. ἔστι δʼ οὐ τέλειον τὸ ἐπίγραμμα ἔρχεται πολὺς μὲν Αἰγαῖον διατμήξας ἀπʼ οἰνηρῆς Χίου ἀμφορεύς, πολὺς δὲ Λεσβίης ἄωτον νέκταρ οἰνάνθης ἄγων. Callimachus τετράμετρον ἑκκαίδεκα συλλαβῶν. οὐ δὲ τοῦτο τέλειον ἁ ναῦς, ἃ τὸ μόνον φέγγος ἐμὶν τὸ γλυκὺ τᾶς ζόας ἅρπαξας, ποτὶ τὲ Ζανὸς ἱκνεῦμαι λιμενοσκόπω