Simonides ἑξάμετρος καὶ οὗτος τροχαϊκὸς τετράμετρος κατὰ μετάθεσιν τῆς λέξεως Μοῦσά μοι Ἀλκμήνης καλλισφύρου υἱὸν ἄειδε. υἱὸν Ἀλκμήνης ἄειδε Μοῦσά μοι καλλισφύρου. Timocreon ὁμοίως Κηία με προσῆλθε φλυαρία οὐκ ἐθέλοντα. οὐκ ἐθέλοντά με προσῆλθε Κηΐα φλυαρία. Socrates Πολυκράτης ὄλβιε Πυθαγόρη, Μουσέων Ἑλικώνιον ἔρνος, εἰπέ μοι εἰρομένῳ, ὁπόσοι σοφίης κατʼ ἀγῶνα σοῖσι δόμοισιν ἔασιν, ἀεθλεύοντες ἄριστα. Πυθαγόρας τοιγὰρ ἐγὼν εἴποιμι, Πολύκρατες· ἡμίσεες μὲν ἀμφὶ καλὰ σπεύδουσι μαθήματα· τέτρατοι αὖτε ἀθανάτου φύσεως πεπονήαται· ἑβδομάτοις δὲ σιγὴ πᾶσα μέμηλε, καὶ ἄφθιτοι ἔνδοθι μῦθοι· τρεῖς δὲ γυναῖκες ἔασι, Θεανὼ δʼ ἔξοχος ἄλλων. τόσσους Πιερίδων ὑποφήτορας αὐτὸς ἀγινῶ. Anonymi Epigrammatici εἰς ἄγαλμα Παλλάδος Παλλὰς ἐγὼ χρυσῆ σφυρήλατος· αὐτὰρ ὁ χρυσὸς αἰζηῶν πέλεται δῶρον ἀοιδοπόλων. ἥμισυ μὲν χρυσοῖο Χαρίσιος, ὀγδοάτην δὲ Θέσπις, καὶ δεκάτην μοῖραν ἔδωκε Σόλων, αὐτὰρ ἐεικοστὴν Θεμίσων τὰ δὲ λοιπὰ τάλαντα ἐννέα, καὶ τέχνη δῶρον Ἀριστοδίκου. Anonymi Epigrammatici ἁ Κύπρις τὸν Ἔρωτα κατηφιόωντα προσηύδα· τίπτε τοι, ὦ τέκος, ἄλγος ἐπέχραεν; ὃς δʼ ἀπάμειπτο· “ Πιερίδες μοι μῆλα διήρπασαν ἄλλυδις ἄλλη, αἰνύμεναι κόλποιο, τὰ δὴ φέρον ἐξ Ἑλικῶνος. Κλειὼ μὲν μήλων πέμπτον λάβε· δωδέκατον δὲ Εὐτέρπη· ἀτὰρ ὀγδοάτην λάχε δῖα Θάλεια· Μελπομένη δʼ εἰκοστὸν ἀπαίνυτο· Τερψιχόρη δὲ τέτρατον ἑβδομάτην δʼ Ἐρατὼ μετεκίαθε μοίρην ἡ δὲ τριηκόντων με Πολύμνια νόσφισε μήλων, Οὐρανίη δʼ ἑκατόν τε καὶ εἴκοσι· Καλλιόπη δὲ βριθομένη μήλοισι τριηκοσίοισι βέβηκε. σοὶ δʼ ἄρα κουφοτέρῃσιν ἐγὼ σὺν χερσὶν ἱκάνω, πεντήκοντα φέρων τάδε λείψανα μῆλα θεάων.”