Simonides ἐπὶ τῷ αὐτῷ ˘ τετραμέτρῳ μείουρον τρίμετρον μνήσομαι· οὐ γὰρ ἔοικεν ἀνώνυμον ἐνθάδʼ Ἀρχεναύτεω κεῖσθαι θανοῦσαν ἀγλαὰν ἄκοιτιν, Ξανθίππην Περιάνδρου ἀπέκγονον, ὃς ποθʼ ὑψιπύργου σήμαινε λαοῖς τέρμʼ ἔχων Κορίνθου. Phalaecus ἐπὶ τετραμέτρῳ τρίμετρον ἄρτιον, εἶθʼ ἑξάμετρον ἐναλλάξ Φῶκος ἐπὶ ξείνῃ μὲν ἀπέφθιτο· κῦμα γὰρ μέλαινα νεῦς οὐχ ὑπεξήνεικεν, οὐδʼ % ἐδέξατο, ἀλλὰ κατʼ Αἰγαίοιο πολὺν βυθὸν ˘ ᾤχετο πόντου, βίῃ Νότου πρήσαντος ἐσχάτην ἅλα. τύμβου δʼ ἐν πατέρων κενεοῦ λάχεν ὃν πέρι Προμηθὶς μήτηρ, λυγρῇ ὄρνιθι πότμον εἰκέλη, αἰαῖ κωκύει τὸν ἑὸν γόνον ἤματα πάντα, λέγουσα τὸν πρόωρον ὡς ἀπέφθιτο. Callimachus ἐπὶ τῷ αὐτῷ τετραμέτρῳ ἐνδεκασύλλαβον Simonides ἐπὶ τῷ αὐτῷ τετραμέτρῳ τετράμετρον ὅμοιον τῷ εἴ μοι γένοιτο παρθένος καλή τε καί τέρεινα μία δὲ μόνον συλλαβῇ πλεονάζον· ἐπὶ τοῦ τετάρτου ποδὸς οὐκ ἔχει ἴαμβον, ἀλλʼ ἀνάπαιστον πολλάκι δὴ φυλῆς Ἀκαμαντίδος ἐν χοροῖσιν Ὧραι ἀνωλόλυξαν κισσοφόροις ἐπὶ διθυράμβοις αἱ Διονυσιάδες, μίτραισι δὲ καὶ ῥόδων ἀώτοις σοφῶν ἀοιδῶν ἐσκίασαν λιπαρὰν ἔθειραν, οἳ τόνδε τρίποδά σφισι μάρτυρα Βακχίων ἀέθλων ἔθηκαν· κείνους δʼ Ἀντιγένης ἐδίδασκεν ἄνδρας. εὖ δʼ ἐτιθηνεῖτο γλυκερὰν ὄπα Δωρίοις Ἀρίστων Ἀργεῖος ἡδὺ πνεῦμα χέων καθαρῶς ἐν αὐλοῖς· τῶν ἐχορήγησεν κύκλον μελίγηρυν Ἱππόνικος Στρούθωνος υἱός, ἅρμασιν ἐν Χαρίτων φορηθείς, αἳ οἱ ἐπʼ ἀνθρώπους ὄνομα κλυτὸν ἀγλαάν τε νίκαν θῆκαν ἰοστεφάνων θεᾶν ἕκατι Μοισᾶν. Nicaenetus ἐπὶ ἑξαμέτρῳ τρίμετρον οἶνός τοι χαρίεντι πέλει ταχὺς ἵππος ἀοιδῷ· ὕδωρ δὲ πίνων οὐδὲν ἂν τέκοις σοφόν. τοῦτʼ ἔλεγεν, Διόνυσε, καὶ ἔπνεεν οὐχ ἑνὸς ἀσκοῦ Κρατῖνος, ἀλλὰ παντὸς ὠδώδει πίθου. τοιγὰρ ὑπὸ στεφάνοις μέγας ἔβρυεν, εἶχε δὲ κισσῷ μέτωπον ὥσπερ καὶ σὺ κεκροκωμένον.