Theodoridas ἐπὶ τῷ ἀρτίῳ τριμέτρῳ δίμετρον ἀπὸ τοῦ ὑπορχηματικοῦ πενταμέτρου Μνασάλκεος τὸ σᾶμα τῶ Πλαταΐδα, τῶ λεγῃοποιῶ· ἁ Μῶσα δʼ αὐτῶ τᾶς Σιμωνίδα πλάτας ἦς ἀποσπάραγμα· κενά τε κλαγγὰν κἀπιλακυθίστρια διθυραμβοχάνα. τέθνακε, μὴ βάλωμες· εἰ δέ κε ζόεν, τύμπανὸν κʼ ἐφύση. Phaedimus ἐπὶ τριμέτρῳ ἀρτίῳ ἐπῳδὸν τετράμετρον ἡρωικὸν κατὰ τὴν παρεσχάτην σκάζον τόξον μέν, ᾧ Γίγαντος ὤλεσας σθένος, ἴσχε βίης, Ἑκάεργʼ ἀνάσσων· † οὒ οἱ φαρέτρη λύεται λυκοκτόνος· τοῖσδε δʼ ἐπʼ ἠιθέοις ὀιστὸν ˘ στρέφειν Ἔρωτος, τόφρʼ ἀλέξωνται πάτρῃ, θαρσαλέοι φιλότατι κούρων πυροῖ γὰρ ἀλκήν,˘ καὶ θεῶν ὑπέρτατος αἰὲν ὅδε προμάχους ἀέξειν. Μελιστίωνος δʼ, ὦ πατρώιον σέβας Σχοινιέων, ἐπίηρα δέχθαι. Asclepiades ἐπὶ τετραμέτρῳ τῷ γεγονότι ἀπὸ ἀρτίου τριμέτρου κατὰ πρόσθεσιν βάσεως τελευταίας μείουρον τρίμετρον ἰὼ παρέρπων, μικρόν, εἴ τι κἀγκονεῖς, ἄκουσον τὰ Βότρυος περισσὰ δῆτα κήδη, ὃς πρέσβυς ὀγδώκοντʼ ἐτῶν τὸν ἐννέων ἔθαψεν ἤδη τι τέχνᾳ καὶ σοφὸν λέγοντα. φεῦ τὸν τεκόντα, φεῦ δὲ καὶ σέ, Βότρυος φίλος παῖ, ὅσων ἄμοιρος ἡδονῶν ἀπώλευ. Callimachus ἐπὶ τῇ τοὖ προάγοντος τετραμέτρου ἐσχάτῃ διποδίᾳ ἑνδεκασύλλαβον τὰ δῶρα τῇ Ἀφροδίτῃ Σῖμον ἡ περίφοιτος εἰκόνʼ αὑτῆς ἔθηκε, τήν τε μίτρην, ἣ μαστοὺς ἐφίλησε τόν τε πανὸν καὶ τοὺς ποτʼ ἀντίναξεν ἀυτοῦσ’ ἀν ὄρη τάλαινα θύρσους. Callimachus ἐπὶ διπλασιασθείσῃ τᾖ διποδίᾳ ἐπῳδὸς τετράμετρος, πλεονάζων μίᾳ συλλαβῇ τοὖ ἑξαμέτρου Δήμητρι τῇ Πυλαίῃ, τῇ τοῦτον οὑκ Πελασγῶν Ἀκρίσιος τὸν νηὸν ἐδείματο, ταῦθʼ ὁ Ναυκρατίτης καὶ τῇ κάτω θυγατρὶ τὰ δῶρα Τιμόδημος εἵσατο, τῶν κερδέων δεκατεύματα· καὶ γὰρ εὔξαθʼ οὕτως.