Anonymi Epigrammatici ἐπὶ τρισὶν ἑξαμέτροις πεντάμετρον. Σπάρτας μὲν βασιλῆες ἐμοὶ πατέρες καὶ ἀδελφοί· ἅρμασι δʼ ὠκυπόδων ἵππων νικῶσα Κυνίσκα εἰκόνα τάνδʼ ἔστησα. μόναν δέ με φαμι γυναικῶν Ἑλλάδος ἐκ πάσας τόνδε λαβεῖν στέφανον. Anonymi Epigrammatici ἐπὶ ἑξαμέτρῳ δίμετρον Ἰφίων ἔγραψεν ἑᾷ χερί, τόν ποκα ὕδωρ ἔθρεψε Πειρήνης ἄπο. Parmeniscus ἐπὶ ἑξαμέτρῳ ἑνδεκασύλλαβον χάλκεα ἔργα, λέγοισθε θοῆς ἐπινίκια πώλου, ἥτις κεντροραγὴς βαλοῦσα παῖδα, ψιλὴ λευρὸν ἔθυσε περὶ δρόμον. ἐκ δʼ ἄρʼ ἐκείνου Παρμένων χρυσέης κύρησε νίκης. Φώκριτε, σῷ δʼ ἄρα παιδὶ Ἀμυκλαΐδαι ˘ βασιλῆες πατρῴων ἔδοσαν λαχεῖν ἀέθλων. Simonides ἐπὶ ἑξαμέτρῳ ἑννεασύλλαβον ἄνθηκεν τόδʼ ἄγαλμα Κορίνθιος ὅσπερ ἐνίκα ἐν Δελφοῖς ποσὶ Νικολᾴδας, καὶ Παναθηναίοις στεφάνους λάβε πέντʼ ἐπʼ ἀέθλοις ἑξῆς ἀμφιφορεῖς ἐλαίου· Ἰσθμῷ δʼ ἐν ζαθέᾳ τρὶς ἐπισχερὼ οἶδεν ἑλόντα ἀκτὴ Ποντομέδοντος ἆθλον· καὶ Νεμέᾳ τρὶς ἐνίκησεν, καὶ τετράκις ἄλλα Πελλάνᾳ, δύο δʼ ἐν Λυκαίῳ, καὶ Τεγέᾳ, καὶ ἐν Αἰγίνᾳ, κρατερᾷ τʼ Ἐπιδαύρῳ, καὶ Θήβᾳ, Μεγάρων τε δάμῳ· ἐν δὲ Φλιοῦντι σταδίῳ, τά τε πέντε κρατήσας ηὔφρανεν μεγάλαν Κόρινθον. Simonides ἐπὶ ἑξαμέτρῳ ἐναλλὰξ τό τε κωμικὸν τετράμετρον δύο συλλαβαῖς λεῖπον καὶ τὸ Ἀρχιλόχειον σκάζον τρίμετρον πατρίδα κυδαίνων ἱερὴν πόλιν Ὦπις Ἀθανᾶς, τέκνον μελαίνης γῆς, χαρίεντας αὐλοὺς τούσδε σὺν Ἡφαίστῳ τελέσας, ἀνέθηκʼ Ἀφροδίτῃ.καλοῦ, δαμασθεὶς ἱμέρῳ Βρύσωνος.