Simonides πεντάμετρον ὑπορχηματικόν α. τίς εἰκόνα τάνδʼ ἀνέθηκεν; β. Δωριεὺς ὁ Θούριος. α. οὐ Ῥόδιος γένος ἦν; β. ναί, πρὶν φυγεῖν γε πατρίδα, δεινᾷ γε χειρὶ πολλὰ ῥέξας ἔργα καὶ βίαια. Hegesippus ἐπὶ ἑξαμέτρου τρίμετρον ἐπαδόμενον ἐρρέτω ἦμαρ ἐκεῖνο, καὶ οὐλομένη σκοτόμαινα, βρόμος τε δεινὸς ἠνεμωμένης ἁλός, οἵ ποτε νῆʼ ἐκύλισαν, ἐφʼ ἧς ὁ τὰ πολλὰ μελίφρων Ἀβδηρίων ἄπρηκτα θεοῖσιν εὔχετο· ῥαίσθη γὰρ διὰ πάντα, προσηνέχθη δὲ κλύδωνι τρηχεῖαν εἰς Σέριφον, αἰδοίων ὅθι προξείνων ὑπὸ χερσὶ λαχὼν πυρός, ἵκετο πάτρην Ἄβδηρα, κρωσσῷ χαλκέῳ περισταλείς. Anonymi Epigrammatici ἐπὶ ἑξαμέτρῳ πεντάμετρον, εἶτα τρίμετρον τόνδε Πύρης ἀνέθηκε Πολυμνήστου φίλος υἱός, εὐξάμενος δεκάτην Παλλάδι Τριτογενεῖ, Κυδωνιάτας Κρησίλας εἰργάξατο. Simonides ἐπὶ ἑξαμέτρῳ πεντάμετρον καὶ δύο τρίμετροι, εἶτα ἑξάμετρον Ἀργεῖος Δάνδης σταδιοδρόμος ἐνθάδε κεῖται, νίκαις ἱππόβοτον πατρίδʼ ἐπευκλεΐσας, Ὀλυμπίᾳ δίς, ἐν δὲ Πυθῶνι τρία, δύω δʼ ἐν Ἰσθμῷ, πεντεκαίδεκʼ ἐν Νεμέᾳ· τὰς δʼ ἄλλας νίκας οὐκ εὐμαρές ἐστʼ ἀριθμῆσαι. Anonymi Epigrammatici ἐπὶ δύο ἑξαμέτροις πεντάμετρον εἰμὶ Δίκων υἱὸς Καλλιμβρότου· αὐτὰρ ἐνίκων τετράκις ἐν Νεμέᾳ, δὶς Ὀλύμπια, πεντάκι Πυθοῖ, τρὶς δʼ Ἰσθμῷ· στεφανῶ δʼ ἄστυ Συρακοσίων.