Philippus Πεντάμετρον μόνον Ἰίαίρβ θεὰ Παφίη· σὴν γὰ̆ ἀεὶ δύναμιν κάλλος τʼ ἀθάνατον καὶ σέβας ἰμβρόβν πάντες τιμῶσιν θνατοὶ ἐφαμέριοι ἐν πᾶσιν μύθοις ἔργοισίν τε καλοῖς· πάντῃ γὰρ πᾶσιν σὴν δηλοῖς τιμήν. Phaedimus τρίμετρον Καλλίστρατός σοι, Ζηνὸς ὦ διάκτορε, ἔθηκε μορφῆς ξυνὸν ἥλικος τύπον Κηφισιεὺς ὁ κοῦρος· ᾧ χαρείς, ἄναξ, Ἀπολλοδώρου παῖδα καὶ πάτραν σάω. Theocritus χωλὸν τρίμετρον ὁ μουσοποιὸς ἐνθάδʼ Ἱππῶναξ κεῖται. εἰ μὲν πονηρός, μὴ ποτέρχευ τῷ τύμβῳ· εἰ δʼ ἐσσὶ κρήγυός τε καὶ παρὰ χρηστῶν, θαρσέων καθίζευ, κἢν θέλῃς, ἀπόβριξον. Anacreon τετράμετρον ἀλκίμων σ’, ὦ ʼριστοκλείδη, πρῶτον οἰκτείρω φίλων ὤλεσας δʼ ἥβην, ἀμύνων πατρίδος δουληίην. Phalaecus τρίμετρον μείουρον ἢ κόλουρον νικῶ δίαυλον. ἀλλʼ ἐγὼ παλαίων. ἐγὼ δὲ πεντάεθλον. ἀλλʼ ἐγὼ πύξ. — καὶ τίς τύ; — Τιμόδημος. ἀλλʼ ἐγὼ Κρής. ἐγὼ δὲ Κρηθεύς. ἀλλʼ ἐγὼ Διοκλῆς. — καὶ τίς πατήρ τοι; — Κλεῖνος. ὥσπερ ἄμμιν. — Ἔμπη δὲ νικῇς; — Ἰσθμοῖ. — τὺ δʼ ἔμπη; — Νέμειον ἂν λειμῶνα, καὶ παρʼ Ἥρᾳ.