50 μαιμῶσαν γράφεται καὶ διψῶσαν. προσκορὲς ἦν διηγηματικῷ εἴδει τὸ πᾶν διεξελθεῖν. λέ μαιμᾶν. 51 τὸ ἑξῆς, ἐγώ σφʼ ἀπείργω τῆς ἀνηκέστου χαρᾶς. 52 τῆς ἀνηκέστου χαρᾶς. χαράν φησι τὴν ἐπὶ τῷ δοκεῖν τοὺς Ἔλληνας ἀνῃρῆσθαι· ταύτης οὖν αὐτὸν τῆς χαρᾶς ἀπεῖρξα δυσφόρους γνώμας ἐμβαλοῦσα τοῖς 4 τῷ] τὸ L, corr. Suid. v. δυσλόγιστον. πρᾶγος ἄσκοπον] v. 21. — 17 ad ὁρμᾶται v. 47 adscriptum in L, corr. Lasc. — 20 γράφεται] γρ (pro plenis γράφει, γράφεται, γράφουσι, γράφε, γράφειν, γράφων) constanter L. — 26 ἀπῆρξα L, corr. Suid v. γνώμη. ὄμμασι· καλῶς δὲ εἶπεν γνώμας· οὐ γὰρ κλέψαι φησὶ τὴν ὄψιν ὥστε μὴ ὁρᾶν ἀλλʼ ἐπʼ αὐτῇ γνώμην δύσψορον ἐπιβαλεῖν ὡς οἴεσθαι ἰδεῖν τὰ μὴ ὄντα, τοῦτο δὲ οὐ τῶν ὀφθαλμῶν ἁμάρτημα ἀλλὰ πολὺ πρότερον τῆς διανοίας. 54 ἄδαστα ἀμέριστα, ἀδιαίρετα· πιθανὸν δὲ καὶ πρὸς τὸ πλῆθος· ἐλάσσονα γὰρ εἶναι εἰκός. 56 κύκλῳ ῥαχίζων: κατὰ πάντα τόπον τῆς ἐπαύλεως σφάζων καὶ διακόπτων διὰ τὸ τὴν πρώτην καὶ μεγαλῆν διακοπὴν κατὰ τὴν ῥάχιν γίνεσθαι· ἐκ μεταψορᾶς καὶ τοὺς μεγάλα κακουργοῦντας ῥαχιστάς φαμεν.