14 καὶ τοῦτο ἄριστα πεποίηται· φθέγμα γὰρ εἶπεν ὡς μὴ θεασάμενος αὐτήν (δῆλον γὰρ ὡς οὐκ εἶδεν αὐτὴν ἐκ τοῦ ἂν ἄποπτος ᾖς ὅμως τουτέστιν ἀόρατος), τῆς δὲ φωνῆς μόνης αἰσθάνεται ὡς ἐθάδος αὐτῷ οὔσης· ἔστι μέντοι ἐπὶ τῆς σκηνῆς ἡ Ἀθηνᾶ· δεῖ γὰρ τοῦτο χαρίζεσθαι τῷ θεατῇ· προθεραπεύει δὲ τὴν θεὸν ὁ Ὀδυσσεὺς καὶ οὕτω λέγει τὰ κατὰ τὸν Αἴαντα. 15 ἄποπτος ἀόρατος. 16 φώνημα: ἀντὶ τοῦ φωνήν. ξυναρπάζω ὀξέως συνίημι καὶ ἀντιλαμβάνομαι. φρενί: ἀντὶ ἀπὸ τῆς φρενός. 17 ἡ κώδων θηλυκῶς Ἀττικῶς. κώδων καλεῖται τὸ πλατὺ τῆς σάλπιγγος, ἀπὸ μέρούς δὲ τὴν σάλπιγγά φησι· πολλὰ δὲ εἴδη σαλπίγγων· εἰσὶ γὰρ Λιβυστικαὶ σάλπιγγες, εἰσὶν Αἰγύπτιαι, εἰσὶ Τυρσηνικαί· πρῶτος δὲ Ἀρχώνδας συμμαχῶν τοῖς Ἡρακλείδαις ἥγαγεν εἰς Ἑλληνας τὴν Τυρσηνικὴν σάλπιγγα. 19 σακεσφόρῳ οὐχ ἀπλῶς ὁπλο φόρῳ ἀλλὰ κατʼ ἐξοχήν· Ὅμηρος 1 οὐκἀναγκαῖον κ. ἑ.] ad v. 7 adscripta in L, corr. Elmsl. — 2 ἔγνω γὰρ] sc. ἔνδον εἶναι. λέγειν] λέγει L, corr. Elmsl. — 8] v. 15. — 13 τὰ κατὰ] τὰ addidit Lasc., κατὰ G; cf. schol. Electr. v. 823. Tract. 844. 852. — 22 Ἀριχώνδας L, correxerunt G, FP, Suidas s. v. κώδων. — 25 et p. 4, 2 literas in obliteratas habent G, F. Αἴας δʼ ἐγγύθεν ἦλθε φέρων σάκος ἠύτε πύργον· οἰκεῖον δὲ τοῖς πρώτ οις τὸ ὄνο μα .