1 ἀεὶ ὁρῶ σε, Ὀδυσσεῦ, πείρᾳ καὶ δόλῳ μετιόντα τοὺς ἐχθρούς· πεῖρα γὰρ ἡ βλάβη ὡς καὶ ἐν Δανάῃ οὐκ οἶδα τὴν σὴν πεῖραν· ἓν δʼ ἐπίσταμαι, τοῦ παιδὸς ὄντος τοῦδʼ ἐγὼ διόλλυμαῖ· τὸ δὲ ἀεὶ εἶπεν ἀναφέρουσα εἰς ἐκεῖνο, ὅτι καὶ μετὰ Διομήδους κατάσκοπος γενόμενος ἐπὶ τοὺς Τρῶας οὐκ ἔλαθεν αὐτὴν ὡς αὐτὸς μαρτυρῶν φησι κλῦθί μευ, αἰγιόχοιο Διὸς τέκος, ἥ τέ μοι αἰεὶ ἐν πάντεσσι πόνοισι παρίστασαι οὐδέ σε λήθω· δυσχεραίνει δὲ ἡ Ἀθηνᾶ τῷ Αἴαντι ὅτι ἀπώσατο τὴν συμμαχίαν αὐτῆς. εἰς τὸ αὐτό: ἀεὶ ὁρῶ σε, Ὀδυσσεῦ, 7 περὶ] ἐπὶ Elmsleius. — 11 Nauckii trag. Graec. fragm. 169. — 16 Hom. ll. κ 278. μευ] μοι Laurentianus (═ L). — 18 δυσχεραίνει δὲ κ. ἑ.] cf. schol. v. 127. τὴν παρὰ τῶν ἐχθρῶν σοι γινομένην βλάβην ζητοῦντα προυφαρπάσαι οἷον εἰ ἐπιβουλεύει σοί τις σπουδάζεις τὴν ἐπιβουλὴν τὴν κατὰ σοῦ γινομένην αὐτῷ τῷ ἐπιβουλεύσαντι βλαβερὰν γενέσθαι· ἐκ μεταφορᾶς τῶν κυνηγῶν οἳ τὰ μικρὰ θηρία φονεύουσι προφυλαττόμενοι τὴν ἐξ αὐτῶν ἐσομένην βλάβην· πεῖρα δὲ Ἀττικῶς δόλος καὶ τέχνη ὅθεν καὶ πειραταὶ οἱ κατὰ θάλατταν κακοῦργοι. Λαρτίου κτητικὸν ἀντὶ κυρίου. 2 πεῖραν δόλον. ἐχθρῶν λείπει ἡ κατά. τὸ θηρώμενον ἐπήνεγκεν καὶ τὰ ἄλλα μεταφορικῶς καὶ τὸ νεοχάρακτα εὐφυῶς· ὁπόταν γὰρ νεωστὶ αἱ ἀποχαράξεις τῶν ζῴων γένωνται μᾶλλον ἐπακολουθοῦσιν οἱ κυνηγέται πρὶν ὑπὸ ἀνέμου ἀφανισθῇ ἡ ὀδμή. 5 μετρούμενον ἴχνη ἀνιχνεύοντα. ἀριθμοῦντα, ζητοῦντα. ἀκολουθοῦντα τὰ ἴχνη τὰ ἐκείνου νεοχάρακτα, νεωστὶ κεχαραγμένα· προσοχὴν δὲ ἐργάζεται τῷ ἀκροατῇ περὶ τῶν δηλωθησομένων. 7 εὖ δέ σ᾿ ἐκφέρει: ἐπάγεταί σε ἡ βάδισις Αἴαντος δίκην κυνὸς εὐοσφρήτου ἀπὸ τοῦ ἴχνους ζητοῦντα εἰ ἔνδον γέγονεν ὁ Αἴας· προέλκονται γὰρ τοὺς κυνηγέτας αἱ κύνες ἐπὶ τὰ ἐπαγόμενα παρʼ ὃ καὶ ἐπακτῆρας ἔνιοι θέλουσιν αὐτοὺς καλεῖσθαι ὡς ἐπαγομένους ὑπὸ τῶν κυνῶν· Ὅμηρος οἱ δʼ ἐς βῆσσαν ἵκανον ἐπακτῆρες. πρὸ δʼ ἄρ᾿ αὐτῶν ἴχνιʼ ἐρευνῶντες κύνες ἤισαν. 2 εἰ addidi. — 16 ἀνιχνεύοντα] ad θηρώμενον v. 2 adscriptum in L, correxi. — 18 ἀκολουθοῦντος L, correxit Lascaris. — 27 0d. τ 435. — 28 ἴχνη L, 11 οὐκ ἀναγκαῖον τὸ πολυπραγμονεῖν ἔτι εἰ ἔνδον ἐστὶν Αἴας (ἔγνω γὰρ) ἀλλὰ λέγειν διὰ τί τὴν σπουδὴν ταύτην ἔθου ἴνα παρʼ ἐμοῦ μάθῃς τὰ ἀγνοούμενά σοι.