διὰ τὸ σόν, φησί, μέρος, ὦ Μοῦσα, ἢ ὦ Αἴγινα. ὅ ἐστι τοῦ ὕμνου τυχών. κατὰ τὴν ἑαυτοῦ μερίδα καὶ σπουδὴν, ὅσον γε αὐτῷ ἀνῆκε. a. παγκρατίου στόλῳ: στόλῳ μὲν τῇ στάλσει. εἰσι δὲ οἳ τὸ παγκράτιον ἀπαρχαΐζοντες καὶ τὸν Θησέα φασὶ τῷ Μινωταύρῳ παγκρατιαστικῶς ἀγωνίσασθαι. Ἀριστοτέλης δὲ (fr. 475) Λεύκαρόν φησι τὸν Ἀκαρνᾶνα πρῶτον ἔντεχνον τὸ παγκράτιον ποιῆσαι. b. ὁ δὲ νοῦς· τῇ τοῦ παγκρατίου ὁ μῇ, τοῦτο γὰρ λέγει στόλῳ, καὶ ὁρμῇ τῇ περισθενεῖ καὶ πανταχόθεν συνεχομένῃ μαλαχθεὶς καὶ γυμνασθεὶς ἱκανῶς. τῶν δὲ ἐπιπόνων πληγῶν καὶ τῶν ἐκ τοῦ παγκρατίου τραυμάτων τῶν κατὰ τὴν μεγάλην Νεμέαν βοήθημα καὶ ἴαμα ὑγιεινὸν φέρει τὴν νίκην. ἄκος ὑγιηρόν: τὴν νίκην φάρμακον ἔσχε τῶν πληγῶν· οἱ γὰρ νικήσαντες οὐδὲ εἰ τραύματα ἔχουσιν αἰσθάνονται διὰ τὸ ἥδεσθαι. εἰ δ᾿ ὢν καλὸς ἕρδων τ᾿ ἐοικότα μορφᾷ: εἰ δὲ τὸ εἶδος ὢν καλὸς ἰσορρόποις τοῦ εἴδους σεμνύνεται πράξεσιν ὁ τοῦ Ἀριστοφάνους παῖς Ἀριστοκλείδης, οὐκέτι οἷόν τέ ἐστι περαιτέρω τὴν μὴ πλεομένην θάλασσαν περᾶν, ἀλλ᾿ ἄβατον ὑπὲρ τὰς Ἡρακλείους στήλας τοῖς πλέουσιν. ὑπὲρ Ἡρακλέος περᾶν: ἀρκείσθω τούτοις τοῖς ἀγαθοῖς καὶ τῷ κάλλει καὶ τῷ νικᾶν, καὶ μὴ ζητείτω ἔτι πλείονα ἀγαθά· ὡς γὰρ οὐ δυνατὸν ὑπερθέσθαι τὰς Ἡρακλείους στήλας, οὕτως οὐδὲ τὴν ἀπὸ τούτου δόξαν. a. ἥρως θεὸς ἃς ἔθηκεν: ὁ Ἡρακλῆς. διατί δὲ αὐτὸν ἥρωα καὶ θεὸν εἶπε; λέγεται γὰρ ὅτι τῆς Ἑλλάδος προσελθούσης τῷ Ἀπόλλωνι καὶ ἐρωτώσης, ὅπως δεῖ τιμᾶν τὸν Ἡρακλέα μετὰ τὴν ἀποθέωσιν, εἶπεν ὁ θεός· νῦν μὲν ὡς ἥρωα, τῇ δὲ ἐπιούσῃ ὡς θεόν. b. ὁ δὲ νοῦς ὅλος· ἅστινας στήλας ὁ ἥρως καὶ θεὸς Ἡρακλῆς τῆς τελευταίας ναυτιλίας καὶ τοῦ ἐσχάτου πλοῦ ἔστησε περιφανέστατα σημεῖα. ὡς ἐν παρεκβάσει δὲ λέγει, ὅτι καὶ ἀνεῖλε θαλάσσια θηρία, οἷον τὸ κῆτος. λέγεται γὰρ ὁ Ἡρακλῆς διαπλεῦσαι τὰ δυτικὰ μέρη καὶ Λιβύην καὶ ἔτι περαιτέρω, καὶ θεασάμενος ἄπειρον τὸ πέλαγος ὅρους τοῦ πλοῦ δύο κίονας ἔστησε, τὸν μὲν ἕτερον ἐν Λιβύῃ, τὸν δὲ ἄλλον εἰς τὸ ἕτερον κλίμα. μάρτυρας κλυτάς: ἀμφίβολον πότερον τῆς ἐσχάτης μάρτυρες ναυτιλίας αἱ στῆλαι, ἢ κατὰ τὸ πληθυντικὸν τὰς ἐσχάτας μάρτυρας ἐμφανιζούσας ἔθηκεν, ὅτι μέχρι αὐτῶν δεῖ πλεῖν. ἔστι δὲ καὶ περισπάσαι τὸ κλυτᾶς, ἵν᾿ ᾖ· τῆς κλυτῆς ναυτιλίας ἐσχάτας μάρτυρας τὰς στήλας ἔθηκεν. αἱ δὲ Ἡράκλειαι στῆλαι καὶ Βριάρεω λέγονται εἶναι, καθά φησι. . . . (Fr. Ep. Gr. ed. Kinkel p. 7)· στῆλαί τ᾿ Αἰγαίωνος ἁλὸς μεδέοντι Γίγαντος. a. ὑπερόχος ἰδίᾳ τ᾿ ἐρεύνασε: Δωρικῶς ἀντὶ τοῦ ὑπερόχους, οἷον ὑπερέχοντας καὶ μεγίστους. ἡ δὲ ἀπότασις αὐτῷ ἐπὶ τοῦ κήτους τοῦ περὶ τὴν Ἴλιον καὶ τὸν Λαομέδοντα. b. τὸ δὲ ἰδίᾳ τ᾿ ἐρεύνασεν ἔνιοι γράφουσι διά τ᾿ ἐρεύνασε, διηρεύνησέ τε. c. ἰδίᾳ: οὐκέτι προστάξαντος Εὐρυσθέως, ἀλλ᾿ ἀφ᾿ ἑαυτοῦ καὶ κατὰ τὸ φιλόπονον αὐτοῦ διηρεύνησεν, ὅθεν ἦν δυνατὸν ἐπανελθεῖν τινας. Καλλίμαχος (fr. 120)· χαῖρε βαρυσκίπων, ἐπιτακτὰ μὲν ἑξάκι δοιά. ἐκ δ᾿ αὐταγρεσίης πολλάκι πολλὰ καμών, τουτέστι τὰ πάραθλα. a. τενάγη δὲ λέγονται αἱ δίυγροι καὶ παραποτάμιοι ὀφρύες, ἤτοι παρατεταμένη τις καὶ ὑπερέχουσα γῆ οὖσα, ἢ ἀπὸ τοῦ τέγγεσθαι. b. ἢ νησώδης. a. καὶ γᾶν φράδασε: ἀντὶ τοῦ φραδητὴν ἐποίησε καὶ δήλην ἕως τίνος ἐστὶ πορευτὴ καὶ ἕως τίνος ἡ θάλασσα πλωτὴ, ἐπιστήσας τὰς στήλας αὐτός. b. θυμὲ. τίνα πρὸς ἀλλοδαπάν: ἐπιλαμβάνεται ἑαυτοῦ ὡς περαιτέρω ἢ πρ σῆκεν εἰς τοὺς περὶ Ἡρακλέους ἐπαίνους τραπέντος, δέον λέγειν περὶ τῶν προγόνων τοῦ νενικηκότος, Αἰακοῦ καὶ Τελαμῶνος· προσεχέστεροι γὰρ οὗτοι Ἡρακλέους τοῦ ἐπαινουμένου ἕνεκεν Ἀριστοκλείδα· ὁ μὲν γὰρ Αἰγινήτης ἐστὶν ὥσπερ Αἰακός, ὁ δὲ Ἡρακλῆς Θηβαῖος. ἀλληγορεῖ δὲ πρὸς ἄκραν ἀπευθύνειν λέγων τὸν πλοῦν, ἀπὸ τῶν κυβερνητῶν τῶν ἐχομένων ἄλλων ἀκρωτηρίων ἀλλ᾿ οὐ τῶν προκειμένων, δέον εὐθυπλοεῖν κατὰ λιμένα. τουτέστι, μὴ καὶ τὸν νοῦν περιφέρειν ἔξω τοῦ σκοποῦ τοὺς ἐπαίνους ἄγοντα, ἀλλ᾿ ἐπὶ τὸν ἐπαινούμενον τρέπειν. διὸ καὶ ἐποίσει ἐντόπιά τινα καὶ οἰκεῖα· Αἰακῷ σε φημὶ γένει τε Μοῖσαν φέρειν· τὸ ποίημα δεῖν οἶμαι φέρειν, ὦ θυμὲ, Αἰακῷ σε· Αἰγινήτης γὰρ ὅ τε ἐπαινούμενος καὶ ὁ Αἰακός. c. ἄλλως. ἀποστρέφει τὸν λόγον πρὸς ἑαυτόν· ᾔσθετο γὰρ ἑαυτοῦ παρεκβάντος, καί φησι· τίνα πρὸς ἄκραν ἀλλοτρίαν ἐκπλέεις, ὦ θυμέ; ἀντὶ τοῦ διατί τὰ Ἡρακλέους νῦν διηγῇ θαύματα ἐάσας τὰ τῶν Αἰακιδῶν; λέγε μᾶλλον περὶ Αἰακοῦ καὶ τούτου τοῦ γένους· ἢ τῶν πολέμων· καὶ ἐν τούτοις τὴν Μοῦσαν τὴν σὴν, ἤτοι τὸν ὕμνον φέρε. a. ἕπεται δὲ λόγῳ δίκας: ἕπεται δὲ τῷ λόγῳ καὶ ἀκόλουθον φαίνεται, ὅστις λόγος τῆς δίκης ἄωτός ἐστι· τί ἕπεται; ὅτι δεῖ τοὺς ἀγαθοὺς πάντας ἐπαινεῖν, ἀλλ᾿ οὐ καλὸν ἐξ ἀλλοτρίων κοσμεῖσθαι. κατ᾿ ἔλλειψιν δὲ εἶπε τὰ πλεῖστα. b. ἄλλως. τὸ ἐσλός ἀντὶ τοῦ ἐσλούς· οἷον δίκαιόν ἐστι τοὺς ἀγαθοὺς ἐπαινεῖν. τοῦτο δὲ πρὸς τὸν Αἰακὸν, ὅτι δεῖ αὐτὸν ἐπαινεῖν· ἀγαθὸς γὰρ ἦν. οὐ καλοὶ γὰρ οἱ ἔρωτες, φησίν, οὐδὲ ἀρίστη ἡ ἐπιθυμία, τὸ ἀνδρὶ προσάπτειν καὶ προσφέρειν ἔπαινον ἐξ ἀλλοτρίων ἐγκωμίων καὶ μὴ ἰδίων. a. οἴκοθεν μάτευε: ἐκ τοῦ ἰδίου τοίνυν γένους ἀνεύρισκε καὶ ἐπιζήτει τὰ ἐγκώμια καὶ μὴ ἀπὸ τοῦ Θηβαίου Ἡρακλέους. b. οἴκοθεν μάτευε: ἐκ τοῦ ἰδίου γένους ἀνεύρισκε καὶ ἐπιζήτει γλυκύ τι φωνεῖν εἰς τοῦτον ἐγκώμιον, μὴ ἀφ᾿ Ἡρακλέους· οὐχ ὑπ᾿ ἐμοῦ δὲ μόνον ὑμνεῖταί ὁ Πηλεύς, ἀλλ᾿ ἔτι πάλαι ὑμνεῖτο. a. ποτίφορον δέ: πρόσφορον, οἰκεῖον ἔπαινον ἔλαχες καὶ ἔχεις, ὅπερ δὴ γλυκύτατόν ἐστι λέγειν, τὸ ἀπὸ τῶν ἰδίων καλῶν ἐγκωμιάζεσθαι. b. ἢ οὕτω· τοῦτο, φησίν, ἔλαβες ἐκ θεῶν, κοσμεῖν τοὺς ἀξίους, ἵν᾿ ᾖ ὡς πρὸς αὑτὸν λέγων. κόσμον δὲ τὸν ἔπαινον. παλαιαῖσι δ᾿ ἐν ἀρεταῖς γέγαθε Πηλεὺς ἄναξ: ἔτι πάλαι, φησίν, ὑμνεῖται ὁ Πηλεὺς καὶ ὑμνεῖτο, οὐ νεωστὶ οὐδὲ ὑπ᾿ ἐμοῦ μόνον. οὐ γὰρ λέγει, ὅτι νῦν γέγηθεν ὁ Πηλεὺς ὡς νῦν πρῶτον ἐπαινούμενος, ἀλλ᾿ ἔτι πάλαι ὑμνεῖτο. ὑπέραλλον αἰχμάν: ἀντὶ τοῦ ἐξαίρετον, ἐξέχουσαν καὶ ὑπερβάλλουσαν. ἀναφέρει δὲ ἐπὶ τὰ Ὁμηρικά (T 390)· Πηλιάδα μελίην, τὴν πατρὶ φίλῳ τάμε Χείρων. ἀντιτάττεται δὲ τοῖς Ὁμήρου· ὁ μὲν γὰρ ὑπὸ Χείρωνός φησι τμηθῆναι αὐτὴν καὶ δοθῆναι Πηλεῖ, οὗτος δὲ ὑπὸ Πηλέως φησὶν αὐτὴν τμηθῆναι. δόξει δὲ ὁ Πίνδαρος διὰ τὸν Αἰγινήτην χαρίζεσθαι τῷ Πηλεῖ· οὐ γὰρ μόνος εἷλε τὴν Ἰωλκόν, ἀλλὰ μετὰ Ἰάσονος καὶ τῶν Τυνδαριδῶν, ὡς ἱστορεῖ Φερεκύδης (FHG I 73 M, I 78 J.). ὃς καὶ Ἰωλκόν: ὃς ὁ Πηλεὺς καὶ τὴν Ἰωλκὸν ἐπόρθησε μόνος πολεμήσας πρὸς Ἄκαστον τὸν Πελίου παῖδα. ποντίαν Θέτιν κατέμαρψεν: ἀντὶ τοῦ περιεγένετο αὐτῆς τῶν ἐπιβουλῶν· διωκομένη γὰρ ὑπ᾿ αὐτοῦ μετέβαλλε τὰς μορφὰς, δτὲ μὲν εἰς πῦρ, ὁτὲ δὲ εἰς θηρία· ὁ δὲ καρτερήσας περιγέγονε. περὶ δὲ τῆς μεταμορφώσεως αὐτῆς καὶ Σοφοκλῆς φησιν ἐν Τρωΐλῳ (fr. 561)· ἔγημεν ὡς ἔγημεν ἀφθόγγους γάμους, τῇ παντομόρφῳ Θέτιδι συμπλακείς ποτε. καὶ ἐν Ἀχιλλέως ἐρασταῖς (fr. 154)· τίς γάρ με μόχθος οὐκ ἐπεστάτει; λέων δράκων τε, πῦρ, ὕδωρ. ὅτι δὲ τῷ διαφόρῳ τῆς μορφῆς ἡ Θέτις ὑπέκλεπτε τοὺς πρὸς τὸν Πηλέα γάμους, δημώδης ὁ λόγος· ὥσπερ καὶ ὁ Πρωτεὺς τὴν φύσιν ἤμειβεν. a. ἐγκονητί: ἀντὶ τοῦ ἐνεργῶς. ἡ μεταφορὰ ἀπὸ τῶν ἀθλευόντων. b. Λαομέδοντα δ᾿ εὐρυσθενὴς Τελαμών: ἀπὸ μὲν τοῦ Λαομέδοντος τὴν πόρθησιν τῆς Ἰλίου σημαίνει, ἀπὸ δὲ τοῦ Ἰόλα, ὃς ἦν Ἰφικλέους υἱός, τὴν Ἡρακλέους στρατηγίαν· τᾷ δὲ Ἡρακλεῖ συγκαθεῖλε Τελαμὼν τὴν Ἴλιον. c. εὐρυσθενὴς Τελαμὼν Ἰόλα: τῷ Ἡρακλεῖ λέγει ἐκ συσσήμου· Ἰόλας γὰρ Ἡρακλέους ἡνίοχος. d. ἄλλως. Ἰόλαος Ἡρακλέους ἦν ἡνίοχος· ἐκ συσσήμου οὖν λέγει Ἰόλᾳ, τουτέστι τῷ Ἡρακλεῖ. | φησὶν οὖν, ὅτι καὶ ὁ Τελαμὼν παραστάτης ὢν τοῦ Ἡρακλέους ἅμα τῷ Ἰόλᾳ ἐπόρθησε τὸν Λαομέδοντα. a. καί ποτε χαλκότοξον Ἀμαζόνων μετ᾿ ἀλκάν: χρόνῳ δέ τινι καὶ ἐπὶ τὰς πολεμικὰς Ἀμαζόνας ἀπιόντι τῷ Ἡρακλεῖ συνηκολούθησε, φησίν, ὅτε πρὸς τὴν Ἱππολύτην διὰ τὸν ζωστῆρα ἦλθεν. b. ἄλλως. περὶ τοῦ καὶ ἐπὶ τὰς Ἀμαζόνας συστρατεῦσαι . . . . . . (Hesiod. fr. 278) Τελαμὼν ἀκόρητος ἀϋτῆς ἡμετέροις ἑτάροισι φόως πρώτιστος ἔθηκε κτείνας ἀνδρολέτειραν ἀμώμητον Μελανίππην, αὐτοκασιγνήτην χρυσοζώνοιο ἀνάσσης. ἔνιοι δέ φασιν, ὅτι καὶ Πηλεὺς αὐτῷ συνεστράτευσεν, Ἑλλάνικος δὲ πάντας τοὺς ἐν τῇ Ἀργοῖ πλεύσαντας Ἡρακλεῖ συστρατεῦσαί φησιν (FHG I 49 M., I 134 J.) a. οὐδέ μίν ποτε φόβος ἀνδροδάμας: ὁ τοὺς ἄνδρας δαμάζων φόβος. b. οὐδέποτε δὲ αὐτοῦ τὴν ἀνδρείαν ἐκ τῶν φρενῶν φόβος τις ἔπαυσεν· οὕτως ἄρα τῇ ἐκ φύσεως εὐδοξίᾳ πᾶς τις ἐπαίρεται καὶ μέγα φρονεῖ. δεῖ οὖν, φησί, καὶ τούτους ἐφ᾿ ἑαυτοῖς μέγα φρονεῖν· ἐκ φύσεως γὰρ ἀγαθοί. a. ὃς δὲ διδάκτ᾿ ἔχει, ψεφηνὸς ἀνήρ: ἀντὶ τοῦ σκοτεινός· ψέφος γὰρ τὸ σκότος. b. ὁ δὲ νοῦς· ὅστις δὲ ἐξ ἐπιτηδεύσεως καὶ μαθήσεως ἔχει τὰ καλὰ, σκοτεινός ἐστι καὶ οὐχ ὁμοίως ἐκλάμπων, οὐκ ἀεὶ τὰ αὐτὰ φρονῶν ἀλλ᾿ εὐμαρῶς μεταβαλλόμενος διὰ τὸ σαθρὸν τῆς ἐπιτηδεύσεως ἀφ᾿ ἑτέρων εἰς ἕτερα. a. οὔποτ᾿ ἀτρεκεῖ: οὐ διαπαντὸς διομαλίζων, ὡς ὁ ἐκ φύσεως τὸ ἀγαθὸν περιπεποιημένος, ἀλλὰ νῦν μὲν ἐπιτυγχάνων, νῦν δὲ οὔ. ὁ γὰρ φυσικὴν μὲν οὐδεμίαν ἔχων ὁρμὴν οὐδὲ εὐφυΐαν, διδακτὰ δὲ πάντα, οὗτος οὐδέποτε ἐφ᾿ ἓν ὁρμήσας συνετέλεσεν, ἀλλ᾿ ἐπὶ πολλὰς ἀρετὰς ἐρχόμενος ἀπογεύεται μόνον. b. ἢ οὕτως· διομαλίζει, οὐκ ἐπιβαίνει, οὐκ ἐπὶ τὸ αὐτὸ πρᾶγμα ἵσταται. ὁ δὲ Δίδυμος· οὐδέποτε καταβὰς ἐπί τι πρᾶγμα ἐνέμεινεν ἐπ᾿ αὐτοῦ καὶ ἐνεκαρτέρησεν, ἀλλ᾿ εἰς πολλὰ καὶ ἄλλα μετατρέπει. c. ἄλλως. οὐδέποτε ἀσφαλῶς ἐπέβη τοῖς καλοῖς, καταψευδόμενος τῆς ἐλπίδος πολλῶν ἀρετῶν ἀτελῶς ἅπτεται. ὡς Ὅμηρος (Ν 281)· ἀλλὰ μετοκλάζει καὶ ἐπ᾿ ἀμφοτέρους πόδας ἵζει. ξανθὸς δ᾿ Ἀχιλλεύς: ὁ δὲ Ἀχιλλεὺς τὰ μὲν παῖς ὢν ἄθυρεν ἐν τοῖς οἴκοις τῆς Φιλύρας, καὶ ταῦτα δὲ μεγάλα, καὶ συνεχῶς κατειργάζετο ὀξείαις βολαῖσι μάχας, τῶν γενναιοτέρων ζῴων, λεόντων τε καὶ συῶν ἀγρίων πλῆθος ἀναιρῶν. διαπαντὸς δὲ ὁ Πίνδαρος μᾶλλον τὰ ἐκ φύσεως ἀγαθὰ τῶν ἐκ διδασκαλίας παραγινομένων προκρίνει. a. Φιλύρας ἐν δόμοις: ἐν τοῖς τοῦ Χείρωνος· ἀπὸ τὴς μητρὸς ἀκουστέον. b. ἢ οὕτως· παρὰ μὲν Ὁμήρῳ μόνον παιδεύεται διδασκόμενος τὴν ἰατρικήν, παρὰ δὲ τοῖς νεωτέροις καὶ τρέφεται παρὰ Χείρωνι. βραχυσίδαρον ἄκοντα: ἤτοι καθὸ βραχυσίδηρός ἐστιν ἡ ἀκμὴ πρὸς τὸ ξύλον τοῦ δόρατος συγκρινομένη, ἢ ἐπεὶ παῖς ἦν ὁ Ἀχιλλεὺς, ἀνάλογον εἶχε τῇ ἡλικίᾳ βραχυσίδηρον ἄκοντα, τουτέστι παιδικῷ δόρατι ἐχρήσατο. ἶσόν τ᾿ ἀνέμοισιν: ἀκαταλλήλως ἐξενήνοχεν· ἔδει γὰρ εἰπεῖν, λεόντων ἀγροτέρων μάχας ἐνήργει, ἢ λεόντεσσιν ἀγροτέροισι. σώματι δὲ παρὰ Κρονίδαν κένταυρον: τῷ δὲ αὑτοῦ σώματι ἐνεργῶν ὁ Ἀχιλλεὺς ἄσθματος πλήρης ἑξέτης ὢν κυνηγῶν θῆρας ἐφόρει παρὰ Κρονίδην κένταυρον, ἤτοι τὸν Κείρωνα· ἐκ Κρόνου γὰρ οὗτος καὶ Φιλύρας, ὡς καὶ Ἀπολλώνιος ἐν τῷ δευτέρῳ (1235) μαρτυρεῖ. ὅλον δ᾿ ἔπειτ᾿ ἂν χρόνον· τὸν ἐθάμβευν: τουτέστι τὸν ἅπαντα βίον τοῦτο ἐνήργει, καὶ τῶν ἀνδραγαθημάτων αὐτὸν ἐθαύμαζον.