a. κοιναὶ γὰρ ἔρχοντ᾿ ἐλπίδες: αἱ γὰρ ἐλπίδες καὶ αἱ μέλλουσαι, φησί, προσδοκίαι κοιναὶ καὶ ἄδηλοι τοῖς ἀνθρώποις εἰσίν. b. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· εἵ τις τοῖς φίλοις ἐπαρκέσει, οὗτος καὶ ἐλπίδος ποτὲ διαπεσὼν τῆς ἴσης τύχοι ἂν ἀμοιβῆς· ἄδηλα γὰρ τὰ παρὰ τῆς τύχης συμπτώματα. a. ἐγὼ δ᾿ Ἡρακλέος: οὐκ ἀφίσταμαι τοῦ Ἡρακλέους. ἢ οὕτως· ἐγείρω τὸν λόγον ὄντα ἀρχαῖον τὸν περὶ τῆς Ἡρακλέους ἀρετῆς· ἀντέχομαι γὰρ αὐτοῦ καὶ ζηλῶ αὐτόν. b. ἐγὼ δ᾿ Ἡρακλέος ἀντέχομαι προφρόνως: ἐπαπορήσειεν ἄν τις, διατί τοῦ Ἡρακλέους μνημονεύει· οὐ γὰρ εὔκαιρος δοκεῖ ἡ μνήμη νῦν Ἡρακλέους. καί φαμεν, ὅτι βουλόμενος δεῖξαι, ὡς οἱ διαφανεῖς ἐν τοῖς ἔργοις καὶ τοῖς λόγοις ἀθάνατοι γίνονται τῇ μνήμῃ, διὰ τοῦτο μέμνηται Ἡρακλέους ἀρετῆς, ἐπιφέρων τοῖς τοῦ Χρομίου θαύμασιν· ὅτι ἐγὼ ἀντέχομαι ἐν ταῖς κορυφαῖς τῶν σῶν ἀρετῶν, καὶ μνημονεύω τῶν κατὰ τὸν Ἡρακλέα διηγημάτων. c. ἄλλως ἐγὼ δ᾿ Ἡρακλέος· διαπορεῖται τίνι ἀφορμῇ εἰς τοὺς περὶ Ἡρακλέους λόγους παρῆλθε· μηδεμίαν γὰρ ἔχειν εἰς τὰ παρόντα Ἡρακλέα οἰκείωσιν· | ὁ μὲν οὖν Ἀρίσταρχός φησιν, ὅτι οἴονταί τινες, ὅτι ὑπόθεσις αὐτῷ ἐδέδοτο τοιαύτη ὥστε μνησθῆναι τοῦ θεοῦ, ὅπερ ἐστίν, ὡς καὶ αὐτός φησιν Ἀρίσταρχος, ἀπίθανον. μήποτε δὲ, ὅτι ἀεὶ ὁ Πίνδαρος ἐπαινεῖ τοὺς φύσει μᾶλλον τῶν ἐκ διδαχῆς περιγινομένων, ὁ δὲ Ἡρακλῆς τοιοῦτος. τοῦτο δὲ ἀπίθανον. τί γὰρ, ὅτι τὴν πρώτην περὶ Ἡρακλέους γενομένην συμφορὰν ἰδίως ἐξύμνησεν, εἰς ἔνδειξιν τῶν φυσικῶν ἀγαθῶν; Ἡρακλῆς γὰρ μέχρι παντὸς ἐκ φύσεως ἀγαθὸς ὢν ἀνεφάνη, ὥστε οὐκ ἂν ὡμοίωσε τὸν ἔπαινον, ἓν μόνον τὸ περὶ τοὺς δράκοντας αὐτῷ διαπραχθὲν εἰπών· ἀλλ᾿ εἴπερ ἄρα, ἀπὸ τῶν ἐπιφανεστέρων ἂν ἐπῄνει τὸν Ἡρακλέα. ὁ δὲ Χαῖρίς φησιν, ὅτι ὁ Χρόμιος πολλὰ συμπονήσας τῷ Ἱέρωνι κατὰ τὴν ἀρχὴν ἀμοιβῆς ἔτυχεν ἐξ αὐτοῦ, ὥστε ἐκ περιουσίας καὶ ἱπποτροφῆσαι· ὡς οὖν οὗτος ἔπαθλον πόνων ἔλαβε τὴν ἐπιφάνειαν, οὕτω καὶ Ἡρακλῆς πολλὰ ταλαιπωρήσας ἔπαθλον ἔσχε τὴν ἀθανασίαν καὶ τὸν γάμον τῆς Ἥβης. καὶ πρὸς τοῦτον δὲ ἔνεστιν εἰπεῖν· τί δήποτε ὁ Πίνδαρος ἰδίως τὸν ἔπαινον τὴν τοῦ Ἡρακλέους παρέλαβε συμφορὰν εἰς ἐπίδειξιν τῆς φιλοπονίας; μᾶλλον γὰρ ἔδει κοινότερον πάντας τοὺς ἄθλους εἰς ὑπόμνησιν ἀγαγεῖν, ὅτι καθήρας γῆν καὶ θάλασσαν ἀπεθεώθη. ὁ δὲ Χρύσιππος Νεμεακὸν εἶναί φησι τὸν ἀγῶνα καὶ ἐπὶ τούτῳ δὴ τὸν ἐπίνικον· διά τε τὸ Νεμεαῖον εἶναι τὸν λέοντα, ταύτῃ τὸν Ἡρακλέα τοῖς τοῦ νενικηκότος ἐπαίνοις ἐγκαταμεμίχθαι. ἀντιπράττει δὲ καὶ τούτῳ τὸ μηδ᾿ ὁτιοῦν τὸν Πίνδαρον [εἰπεῖν] περὶ τοῦ λέοντος, ὅπερ αἰτιώτατον τῆς παρεκβάσεώς φησιν ὁ Χρύσιππος εἶναι. βέλτιον δέ φησιν ὁ Δίδυμος ἐκεῖνο λέγειν, ὅτι ὃ περὶ τῆς Αἴτνης ἔφη, τοῦτο καὶ νῦν βούλεται δηλοῦν ὁ Πίνδαρος (P. I 33)· ναυσιφορήτοις δ᾿ ἀνδράσι πρώτη χάρις ἐς πλόον ἐρχομένοις πομπαῖον ἐλθεῖν οὖρον. τοιοῦτο λέγοι ἄν τι καὶ ἐπὶ τοῦ Χρομίου· ἐπεὶ νῦν ἦρκται ἀγωνίζεσθαι καὶ ἀρξάμενος εὐθὺς ἐνίκησεν, ἐλπίς ἐστιν ἀυτὸν καὶ τῶν ἄλλων τεύξεσθαι στεφάνων. πρὸς τί οὖν τὸ περὶ Ἡρακλέους ὑπόδειγμα; ὅτι καὶ ὁ Ἡρακλῆς βρέφος ἔτι ὢν μεταχειρισάμενος τοὺς δράκοντας, καὶ τοὺς αὖθις ἄθλους κατεπράξατο· καὶ ὥσπερ τούτου περὶ τὸν Ἡρακλέα γεγενημένου ὁ Ἀμφιτρύων Θηβαῖον ὄντα τὸν Τειρεσίαν προανέκρινε περὶ τοῦ παιδὸς, ὁ δὲ προεμαντεύσατο τοὺς ἐσομένους αὐτῷ ἄθλους, οὕτως αὐτὸς ὁ Πίνδαρος ἀπὸ τῆς πρώτης τοῦ Χρομίου νίκης προμαντεύεται, ὅτι καὶ τῶν λοιπῶν στεφάνων τεύξεται. d. ὁ δὲ νοῦς· ἐγὼ δ᾿ ἐφίεμαι καὶ οὐκ ἀφίσταμαι τοῦ Ἡρακλέους, ἐγείρων τὸν λόγον ὄντα ἀρχαῖον τὸν ἐν ταῖς μεγίσταις τῶν ἀρετῶν, οὖ κορυφαῖς τὸν ἐμὸν ὁπλίζων καὶ ἐγείρων λόγον· ἀντέχομαι γὰρ καὶ ζηλῶ αὐτόν. e. ἢ οὕτως· ἐν ταῖς κορυφαῖς τῶν ἀρετῶν τὸν ἐξ ἀρχῆς παροτρύνων περὶ αὐτοῦ λόγον, οἷον ἀπ᾿ ἀρχῆς τῶν περὶ αὐτὸν γεγονότων μνημονεύων. f. ἢ ἐν ταῖς μεγίσταις τῶν ἀρετῶν κορυφαῖς τὸν ἐμὸν ὁπλίζων καὶ διεγείρων λόγον. ὡς ἐπεὶ σπλάγχνων ὑπὸ ματέρος αὐτίκα: διηγήσομαι, φησίν, ὅπως ἐκ τῆς μητρικῆς νηδύος εἰς τὰς αὐγὰς ἦλθε τὰς ἡλιακὰς ὁ τοῦ Διὸς παῖς Ἡρακλῆς, ἅμα τῷ ἀδελφῷ Ἰφικλεῖ διδύμῳ ὄντι ἐκφυγὼν τὴν ὠδῖνα. a. θαητὰν εἰς αἴγλαν: τὴν λαμπρὰν ἡμέραν καὶ θαυμαστήν. b. ἄλλως. ἤτοι τὴν ὁρατὴν αἴγλην, τὸ φῶς· ἢ τὴν αἰτίαν τοῦ θεάσασθαι ἡμᾶς· καθὸ καὶ μητέρα τοῦ Ἡλίου Θείαν διεπλάσαντο· θέας γὰρ αἴτιος ἡμῖν ὁ θεός. διδύμῳ σὺν κασιγνήτῳ: τῷ Ἰφικλεῖ. ἐναντίως τῷ Θεοκρίτῳ. ἐκεῖνος γάρ φησι (24, 2)· καί νυκτὶ νεώτερον Ἰφικλῆα. a. κροκωτόν: ἤτοι ἀπὸ τῆς χρόας κροκοειδὲς, ἢ ἀπὸ τῆς κρόκης ὑφαντόν. b. διηγήσομαι οὖν, φησί, καὶ ὅπως μὴ δυνηθεὶς διαλαθεῖν τὴν Ἥραν εἰς κροκοβαφὲς ὕφασμα ἐνετέθη σπαργανωθείς. ἀλλὰ θεῶν βασίλεια: ὁ ἀλλά κεῖται ἀντὶ τοῦ δέ. a. ταραχθεῖσα τῇ ψυχῇ καὶ ὑπερζέουσα τῷ θυμῷ, οὐ τότε ὅτε ἐνετέθη τῷ κροκωτῷ σπαργάνῳ, ἀλλ᾿ ἔτι πάλαι, ὅτε ἐμίσγετο τῇ Ἀλκμήνῃ ὁ Ζεύς. b. σπερχθεῖσα: ἐπιχυθεῖσα, λυπηθεῖσα. τοὶ μὲν οἰχθεισᾶν πυλᾶν: οἱ μὲν οὖν δράκοντες ἀνεῳχθεισῶν τῶν πυλῶν εἰς τὸ ἐσώτατον τῶν οἴκων παρεγένοντο, ἔνθα κατέκειτο ὁ παῖς. a. ἀμφιελίξασθαι: ἐκ τοῦ προηγουμένου καταφαγεῖν· οὕτω γὰρ εἶπε τὸ ἀμφελίξασθαι, ἐπεὶ μεγαλοστομώτατόν ἐστι τὸ ζῷον καὶ ὅμοιον τῇ εἱλήσει τὴν κατάποσιν ποιεῖ. b. τὸ δὲ χ΄ ὅτι ἀντὶ τοῦ μασᾶσθαι ἀπὸ τοῦ παρεπομένου δεδήλωκε, διὰ τὸ συστρέφειν τὰς γνάθους τοὺς μασωμένους. c. ὃ δ᾿ ὀρθὸν μὲν ἄντεινε κάρα: ὁ δὲ Ἡρακλῆς ὀρθώσας ἑαυτὸν πρώτης ταύτης τῆς μάχης πεῖραν ἐλάμβανε. a. πειρᾶτο δὲ πρῶτον: αὕτη γὰρ πρώτη μάχη ἐγένετο Ἡρακλεῖ ἡ πρὸς τοὺς δράκοντας. b. εἰσὶ δὲ οἳ ὑπὸ Ἀμφιτρύωνος ἐπιπεμφθῆναι τοὺς ὄφεις λέγουσιν ἐπὶ διαπείρᾳ τοῦ γνῶναι, πότερος εἴη τοῦ Διός, ὡς Φερεκύδης (FHG I 77 M, I 79 J), ἐνιαυσίοις οὖσιν ἤδη· καὶ ὁ μὲν Ἰφικλῆς, ὥς φασι, φεύγει, ὁ δὲ ἐπὶ τῆς εὐνῆς μείνας ἀμφοτέρους ἀπέπνιξε. δισσαῖσι: καὶ ταῖς δύο χερσὶν ἑαυτοῦ τοὺς δύο θῆρας ἐκ τῶν αὐχένων σφίγξας οὕτως ἀφύκτως κατεῖχεν. ἀγχομένοις δὲ χρόνος: τούτους οὖν, φησί, τοὺς δράκοντας στρεβλουμένους καὶ πνιγομένους αἱ ψυχαὶ ἀπέλιπον, καὶ νεκρὸν εἴασαν τὸ παμμέγεθες σῶμα. μελέων ἀφάτων: ἀρρήτων, οὐκ ἐπιδεχομένων τὸ φατισθῆναι διὰ τὸ μέγεθος· ἢ φθαρτικῶν ἄγαν, κατ᾿ ἐπίτασιν λαμβανομένου τοῦ (??)· φάσαι γὰρ τὸ φθεῖραι, ὅθεν καὶ τὸ φάσγανον. ἐκ δ᾿ ἄρ᾿ ἄτλατον δέος πλᾶξε γυναῖκας: ἐξέπληξε δὲ τοῦτο τὸ ἀνυπομόνητον κακὸν τὰς ἐκεῖσε γυναῖκας πάσας, ὄσαι ἔτυχον περὶ τὴν θεραπείαν τῆς Ἀλκμήνης καὶ τὴν κοίτην. συνεχῶς δὲ ὁ Πίνδαρος τὸ ἀρήγειν τάσσει ἐπὶ τοῦ θεραπεύειν. a. καὶ γὰρ αὐτὰ ποσσὶν ἄπεπλος ὀρούσαισ᾿: τὴν ἄπεπλον οὐ δεκτέον γυμνήν· ἀπρεπὴς γὰρ ἡ εἰκών· ἀλλὰ νοητέον, ὅτι τὸν μὲν πέπλον ἔρριψεν, ἐν δὲ τῷ χιτωνίσκῳ ἀνήλατο νεοτόκος οὖσα. b. καὶ γὰρ αὐτὴ ἡ Ἀλκμήνη ἄπεπλος αὐτοποδὶ ἐκπηδήσασα ἀπὸ τῆς κοίτης ἐπὶ βοήθειαν ἠπείγετο πρὸς τὴν τῶν θηρίων βλάβην. ὕβριν κνωδάλων: τὴν βλάβην τῶν δρακόντων. κνώδαλα κυρίως τὰ ἐν τῇ θαλάσσῃ θηρία, παρὰ τὸ ἐν ἁλὶ κινεῖσθαι, καταχρηστικώτερον δὲ πᾶν θηρίον (ρ 317)· κνώδαλον ὅ, ττι δίοιτο· καὶ ἴχνεσι γὰρ περιῄδει. a. τὸ γὰρ οἰκεῖον πιέζει: ἕκαστος δάκνεται τῷ οἰκείῳ κακῷ, ὅταν δὲ τὰ τῶν ἄλλων ἴδῃ κακὰ, εὐκόπως ὑπομένει. b. ἄλλως· τὸ γὰρ οἰκεῖον καὶ ἴδιον κακὸν ὁμοίως πιέζει καὶ λυπεῖ τοὺς οἰκείους πάντας. εὐθὺς δ᾿ ἀπήμων: περὶ δὲ τὰ ἀλλότρια συμπτώματα καὶ κακὰ ἀβλαβὴς καὶ ἄλυπος ἡ καρδία παραχρῆμα γίνεται. a. ἔστα δὲ θάμβει: ἔστη δὲ ὁ Ἀμφιτρύων ἐκπλήξει βαρυτάτῃ καὶ τέρψει πολλῇ συγκραθείς. Ὅμηρος (Ζ 484)· δακρυόεν γελάσασα. καὶ ἐν ἄλλοις (τ 471)· τὴν δ᾿ ἅμα χάρμα καὶ ἄλγος ἕλε φρένα. b. δυσφόρῳ τερπνῷ τε: δυσυπομονήτῳ. πῶς δὲ ταὐτὸν δυσυπομόνητον καὶ τερπνόν: ὅτι μὲν δρακόντων ἦν ἔφοδος ἐπὶ νεογνὰ τὰ τέκνα, δύσελπις ἐγένετο· ἐπεὶ δὲ εἶδεν αὐτοὺς ἀγχομένους ὑπὸ Ἡρακλέους, ἐτέρφθη. διὸ ἐξεπλάγη δυσφορῶν ἅμα καὶ τερπόμενος. a. ἐκνόμιον: ἤτοι ἀπὸ τῶν παρὰ τοὺς νόμους τινὰ πραττόντων καὶ βιαζομένων, ἢ ἀπὸ τῆς νομῆς, καθὸ ἀτιμαγέλαι τινὲς λέγονται βόες. b. ἐθεάσατο γὰρ ἄηθες καὶ οὐ νομιζόμενον δυνάμεως ἔργον τοῦ Ἡρακλέους. παλίγγλωσσον δέ οἱ ἀθάνατοι: τὴν ἐναντιόφημον, τὴν ἐναντίον τοῖς προηγγελμένοις τὸν λόγον ἔχουσαν· οἱ μὲν γὰρ ἄγγελοι ἐσήμαινον, ὅτι νεκρὰ ἦν τὰ βρέφη, ὁ δὲ εὗρε σώους τε καὶ ὑπ᾿ αὐτῶν τοὺς δράκοντας ἀνῃρημένους· ἐναντίον οὖν ἐγένετο τοῖς ὁρωμένοις τὸ ἄγγελμα, | ὅ ἐστιν ἐναντιόφημον. γείτονα δ᾿ ἐκκάλεσαν Διὸς ὑψίστου προφάταν ἔξοχον: ἐκάλεσεν δὲ τὸν ἔξοχον προφήτην τοῦ Διὸς, πλησίον ὄντα, τὸν ἀληθῆ μάντιν Τειρεσίαν. ὁ δέ οἱ φράζε καὶ παντὶ στρατῷ: ὁ δὲ μάντις Τειρεσίας εἶπεν αὐτῷ, τῷ Ἀμφιτρύωνι, καὶ ὅλῳ τῷ ὄχλῳ τὼν Θηβαίων, ὁποίαις συντεύξεται καὶ συναναστραφήσεται πράξεσί τε καὶ τύχαις ὁ Ἡρακλῆς. θῆρας ἀϊδροδίκας: ἀπέκτεινε γὰρ καὶ τὸ κῆτος τὸ ἐν τῇ Τρωάδι. μέμνηται δὲ τούτου καὶ Ὅμηρος (Υ 146)· τό ῥά οἱ Τρῶες καὶ Παλλὰς Ἀθήνη ποίεον, ὄφρα τὸ κῆτος ὑπεκροφυγὼν ἀλέοιτο. a. καί τινα σὺν πλαγίῳ: καί τινα συμβήσεται ἄνδρα ἄδικον πλούτῳ ἐπαιρόμενον δίκην ὑποσχεῖν καὶ ἐχθροτάτῳ καὶ ἀπευκτῷ μόρῳ περιπεσεῖν. εἶπεν αὐτῷ καὶ τοῦτο ὁ μαντευόμενος Τειρεσίας. b. ἄλλως. καί τινα σὺν πλαγίῳ: οὐ κατ᾿ εὐθὺ ἰόντι, οὐκ ἀπὸ τοῦ δικαίου περιουσιαζομένῳ. μετῆκται δὲ ἀπὸ τῶν κακούργων· οὐ γὰρ τὴν λεωφόρον βαδίζουσιν, ἀλλ᾿ ἐκτρεπόμενοι, τὰς ἐρήμους. τείνει δὲ ὁ λόγος ἐπὶ Βούσιριν καὶ Ἀνταῖον· οὗτοι γὰρ δι᾿ ὕβριν ὑφ᾿ Ἡρακλέους ἀπώλοντο ἑκάτεροι. c. καί τινα σὺν πλαγίῳ: πρὸς τὸ ὀρθὸν τοῦ λόγου ἀντὶ αἰτιατικῆς τὴν δοτικὴν ἀκουστέον, ἵν᾿ ᾖ· καί τινι ἀδίκῳ ἀνδρὶ αὐτὸν, τὸν Ἡρακλέα, ἔφασκε δώσειν μόρον, ἀντὶ τοῦ τοὺς ἀδίκους ἀνελεῖν. καὶ γὰρ ὅταν θεοί· καὶ ὅταν οἱ θεοὶ τοῖς Γίγασιν εἰς μάχην συνάπτωσιν· ἔξωθεν γὰρ τὴν εἴς πρόθεσιν παραληπτέον. Φλέγρα τόπος ἐν Θρᾴκῃ καὶ κώμη, ἔνθα οἱ Γίγαντες ἀνῃρέθησαν ὑπὸ θεῶν. τῶν δὲ ἐχόντων τὴν μάχην πρὸς τοὺς Γίγαντας καὶ μὴ περιγινομένων τῆς μάχης, φασὶν εἰρηκέναι τὴν Γῆν μὴ ἄλλως ἁλῶναι τούτους, εἰ μὴ συμμαχήσειαν αὐτοῖς δύο τῶν ἡμιθέων· Ἡρακλέους τοίνυν καὶ Διονύσου συνελθόντων ἐκράτησαν οἱ θεοὶ τῶν Γιγάντων. προεῖπεν οὗν ὁ μάντις ὅτι καὶ τὴν ἐκεῖ τὴν ἐν τῇ Φλέγρᾳ πρὸς τοὺς Γίγαντας μέλλοι ἔσεσθαι, ὅτε ὁ πόλεμος τῶν θεῶν ὑπὸ τοῖς τοῦ Ἡρακλέους τόξοις πεσοῦνται, καὶ τὴν κόμην αὐτῶν τὴν φαιδίμην συμφυρήσεσθαι τῇ γῇ συμβήσεται. γαίᾳ πεφυρήσεσθαι κόμαν: διὰ τοὺς ἀγῶνας τοὺς πρὸς τοὺς Γίγαντας. σκληρότερον δὲ ἐξενήνεκται· μᾶλλον γὰρ ἐπὶ νεκροῦ ἑλκομένου τάσσεται τὸ τοιοῦτο. Ὅμηρος (Χ 405)· ὣς τοῦ μὲν κεκόνιστο κάρη ἅπαν. ἔννεπεν αὐτὸν μὲν ἐν εἰρήνᾳ: ὁ νοῦς· καὶ τοῦτο δὲ προεῖπεν αὐτῷ ὁ μάντις, ὅτι καὶ τοῦ λοιποῦ αὐτὸς, ὁ Ἡρακλῆς, ἐν εἰρήνῃ καὶ ἡσυχίᾳ διάξει, ταύτην ἀμοιβὴν τῶν ἑαυτοῦ πόνων λαβών, καὶ ὅτι λήψεται μὲν γυναῖκα τὴν θαυμασίαν Ἥβην παρ᾿ αὐτῷ τῷ Διῒ τελουμένης τῆς εὐωχίας τοῦ γάμου, οὗτινος Διὸς καὶ θαυμάσει τὴν σύνοδον, εἷς δὲ ἐκ τῶν θεῶν γενόμενος σύννομος ἔσται τοῖς οὐρανίοις θεοῖς.