γαίας μέτωπον τὴν Αἴτνην μεταφορικῶς ἀπὸ τῶν ζῴων, | ἤτοι διὰ τὸ ἐπίσημον αὐτὴν εἶναι ἢ διὰ τὸ ὕψος καὶ τὴν ἀνάβασιν. τοῦ μὲν ἐπωνυμίαν: τούτου οὖν τοῦ ὄρους τὴν ὁμώνυμον πόλιν Αἴτνην ὁ ἔνδοξος οἰκιστὴς Ἱέρων ἐδόξασεν ἀνακηρύξας κατὰ τὰ Πύθια· ἀνεκήρυξε γὰρ ὑπὲρ τὸ καλλίνικον ἅρμα τοῦ Ἱέρωνος ὁ κήρυξ οὖσαν αὐτοῦ πατρίδα. ναυσιφορήτοις: τοῖς διὰ νηὸς φερομένοις ἀνδράσι χάρις καὶ ἡδονή, πρώτοις φερομένοις διὰ θαλάσσης | πόμπιμον καὶ οὔριον ἐπιπνεῦσαι ἄνεμον· οὕτω καὶ τῇ Αἴτνῃ ἀνακτισθείσῃ, πρῶτον ἐν ἀγῶσιν ἐπιφανεστάτην γενέσθαι. ἐοικότα γάρ: ἐοικὸς γὰρ καὶ πρέπον ἐστὶ τὸν ἐξ ἀρχῆς ἀγαθῆς ἀρξάμενον, τοῦτον καὶ τέλους εὐδόξου τεύξεσθαι. οὕτως οὖν καὶ τὴν Αἴτνην ἐκ πρώτης ἀρξαμένην ἐν τοῖς ἀγῶσιν ἐπίδοξον εἶναι ὑπολαμβάνω καὶ διηνεκῶς εὐπραγήσειν. ὁ δὲ λόγος ταύταις: ὁ δὲ ἐγκωμιαστικὸς λόγος δοξάζει αὐτὴν ταῖς συντυχίαις ταύταις τῆς νίκης εἰς τὸ λοιπὸν καὶ τὴν Αἴτνην ἵπποις καὶ στεφάνοις εὔδοξον καὶ σὺν θαλίαις καὶ κώμοις ἡδέσιν ὀνομαστὴν ἀποδεικνύειν. Λύκιε καὶ Δάλοιο ἀνάσσων: ὦ Λύκιε Ἄπολλον καὶ τῆς Δήλου βασιλεύων καὶ τοῦ Παρνασοῦ τοῦ ἐν Φωκίδι ὄρους τὴν Κασταλίαν κρήνην φιλῶν, ἐθελήσαις ταῦτα τῷ σῷ νῷ πράττειν καὶ συμπεραίνειν καὶ εὔανδρον ἀποτελεῖν τὴν χώραν. ἐκ θεῶν γὰρ ταῖς ἀνθρωπίναις ἀρεταῖς πᾶσαι μηχαναὶ δωροῦνται. κατὰ δαίμονα γάρ τινα σοφοὶ καὶ ταῖς χερσὶν ἀνδρεῖοι, καὶ ἄγαν εὔγλωσσοι καὶ δυνατοὶ κατὰ τὸ λέγειν ἐγένοντο. ἄνδρα δ᾿ ἐγὼ κεῖνον: τὸν δὲ Ἱέρωνα ἐγκωμιάσαι προθυμούμενος ἐλπίζω παρὰ σκοπὸν μὴ τὸν ὕμνον ῥίψειν, ἀντὶ τοῦ κατὰ σκοποῦ προσδοκῶ βαλεῖν τοὺς ὕμνους ὡς ἄξιον ὄντα τὸν Ἱέρωνα ἀνυμνῶν. μὴ χαλκοπάραον: τὸ ὑπερβατόν· μὴ ὥσπερ χαλκοπάραον ἄκοντα παλάμᾳ δονέων ἀγῶνος ἔξω βαλεῖν. μακρὰ δὲ ῥίψας: ἐλπίζω μακρῶς καὶ δυνατῶς ἀκοντίσας παρελθεῖν καὶ νικῆσαι τοὺς ὑπεναντίους. εἰ γὰρ ὁ πᾶς χρόνος: τὸ εἴ τοῦτο νῦν εὐκτικόν ἐστιν, ἀντὶ τοῦ αἴθε. αἴθε γὰρ ὁ πᾶς χρόνος αὐτῷ τήν τε εὐδαιμονίαν καὶ τὸν πλοῦτον ἐπ᾿ εὐθείας ἀγάγοι | καὶ τῶν καμάτων τῶν τῆς λιθουρίας ἐπίλησιν ἀγάγοι, ὡς ἐγὼ τοὺς ἐναντίους νικῆσαι προσδοκῶ. καὶ τάχα ἂν εἰς ὑπόμνησιν ἀγάγοι, | ὁποίας ὁ Ἱέρων ἐν τοῖς πολέμοις τῇ πολεμικῇ ἑαυτοῦ καὶ ὑπομονητικῇ ψυχῇ ὑπέμεινε μάχας, ἡνίκα ἐκτῶντο τὴν Σικελικὴν τυραννίδα, ἣν αὐτοῖς οἱ θεοὶ ταῖς ἑαυτῶν μηχαναῖς ἐδωρήσαντο, ὁποίαν οὐδεὶς τῶν ἄλλων Ἑλλήνων δρέπεται, τοῦ πλούτου στεφάνωμα οὖσαν τίμιον. φασὶ δὲ τὸν Ἱέρωνα [καὶ] πρὸς Γέλωνα τὸν ἀδελφὸν ἐστασιακέναι τῆς ἀρχῆς ἕνεκα. a. καμάτων ἐπίλασιν: καμάτων φησὶ τῶν συνεχόντων τὸν Ἱέρωνα ἐκ τοῦ νοσήματος τῆς λιθουρίας. φησὶ γάρ που καὶ ὁ Ἀριστοτέλης ἐν τῇ τῶν Γελῴων πολιτείᾳ (fr. 486) [τὸν Γέλωνα] ὑδέρῳ νοσήματι τὸν βίον τελευτῆσαι τὸν τοῦ Ἱέρωνος ἀδελφόν, αὐτὸν δὲ τὸν Ἱέρωνα, ἐν τῇ τῶν Συρακουσίων πολιτείᾳ (fr. 587), δυσουρίαν δυστυχῆσαι. b. τῆς νόσου. τοῦ Ἱέρωνος νοσήσαντος. ὅτι διὰ λιθουρίαν φορείῳ φερόμενος ἐνίκα τὰς μάχας ὁ Ἱέρων. παραβάλλων δὲ αὐτὸν τῷ Ποίαντος Φιλοκτήτῃ παρείκασεν. ἦ κεν ἂν μνάσειεν: ἀναμνήσειεν ἂν ὁ χρόνος, εἰ ἐπίλησις γένοιτο τῶν καμάτων, ὥστε φανερὰν αὐτοῦ γενέσθαι τὴν ἀρετήν, ἣν εἶχεν ἐν πολέμοις. ἁνίχ᾿ εὑρίσκοντο: ὁ μὲν λόγος ἐστὶ περὶ Ἱέρωνος καὶ Γέλωνος, τῶν τυραννευσάντων ἐν Συρακούσαις. τὸ δὲ σημαινόμενον· ὅτε σὺν τῇ τῶν θεῶν μηχανῇ ἀνεκτῶντο τὴν βασιλείαν. τιμὴν γὰρ εἴωθε τὴν βασιλείαν ὀνομάζειν. τὰν Φιλοκτήταο δίκαν: ἐπὶ δὲ τοῦ παρόντος τὸν Φιλοκτήτου τρόπον μετερχόμενος ἐστρατεύθη καὶ τὴν μάχην ἐνίκησε. φορείῳ δὲ φερόμενος ὁ Ἱέρων κατηγωνίζετο τοὺς ἐναντίους. σὺν δ᾿ ἀνάγκᾳ μιν: σὺν δὲ τῇ ἀνάγκῃ τῆς νόσου καί τις ὑπερήφανος ἔσανε καὶ ἐκολάκευσε τὸν Ἱέρωνα. ὃ δὲ βούλεται λέγειν, ὅτι καὶ νοσοῦντα αὐτὸν πολλοὶ τῶν ὑπερηφάνων ἐκολάκευσαν. a. μεγαλάνωρ: αἰνίττεται τοῦτο εἰς Ἀναξίλαον τὸν τῶν Ῥηγίνων βασιλέα βουληθέντα Λοκροὺς καταπολεμῆσαι τοὺς ἐν Ἰταλίᾳ καὶ ἐμποδισθέντα τῇ τοῦ Ἱέρωνος ἀπειλῇ. ὅτι δὲ Ἀναξίλαος Λοκροὺς ἠθέλησεν ἄρδην ἀπολέσαι καὶ ἐκωλύθη πρὸς Ἱέρωνος, ἱστορεῖ καὶ Ἐπίχαρμος ἐν Νάσοις (fr. 98). b. ἢ οὕτως· ὡς τοῦ Θήρωνος μεγάλα μὲν δυναμένου, κολακεύσαντος δὲ Ἱέρωνα. φαντὶ Λαμνόθεν: τῇ ἱστορίᾳ καὶ Βακχυλίδης συμφωνεῖ ἐν τοῖς διθυράμβοις (fr. 7 B1.), ὅτι δὴ οἱ Ἕλληνες ἐκ Λήμνου μετεστείλαντο τὸν Φιλοκτήτην Ἑλένου μαντευσαμένου. εἵμαρτο γὰρ ἄνευ τῶν Ἡρακλείων τόξων μὴ πορθηθῆναι τὴν Ἴλιον. a. μεταλλάσοντας ἐλθεῖν: ἐπιζητήσοντας· ἡ δὲ μεταφορὰ ἀπὸ τῶν τὰ μέταλλα ἐπιζητούντων. ἐπειδὴ δὲ διὰ τὸ πάθος τῷ Φιλοκτήτῃ τὸν Ἱέρωνα εἴκασε, τῇ ἐπεξεργασίᾳ χρώμενος ἐπιπλέον συνείρει τὰ ἐγκώμια. b. ὁ δὲ νοῦς· φασὶ δὲ ἐκ Λήμνου τῷ ἕλκει καταπονούμενον τὸν τοῦ Ποίαντος υἱὸν ἐπιζητήσοντας ἐλθεῖν τοὺς ἰσοθέους ἥρωας. ὃς Πριάμοιο πόλιν: ὅστις Φιλοκτήτης τὴν Ἴλιον ἐπόρθησε καὶ ἐπὶ τέλος ἤγαγε τοῖς Ἕλλησι τοὺς πόνους· ἀνεῖλε γὰρ τὸν Πάριν· ἀσθενεῖ μὲν καὶ ἀδυνάτῳ σώματι βαδίζων, ἀλλὰ μεμοιραμένον ἦν τὸ τὴν Ἴλιον ἁλῶναι τοῖς Ἡρακλείοις τόξοις. a. οὕτω δ᾿ Ἱέρωνι θεὸς ὀρθωτὴρ πέλοι: οὕτω δὲ, φησὶ, τῷ Ἱέρωνι ὀρθωτὴρ καὶ ἰατρὸς γένοιτο ὁ θεός, ὡς καὶ τῷ Φιλοκτήτῃ. | φησὶ γὰρ Διονύσιος (FHG II p. 10) χρησμοῖς Ἀπόλλωνος ἀπολουσάμενον τὸν Φιλοκτήτην ἀφυπνῶσαι, τὸν δὲ Μαχάονα ἀφελόντα τοῦ ἕλκους τὰς διασαπείσας σάρκας καὶ ἐπικλύσαντα οἴνῳ τὸ τραῦμα ἐπιπάσαι βοτάνην, ἣν Ἀσκληπιὸς εἴληφε παρὰ Χείρωνος, καὶ οὕτως ὑγιασθῆναι τὸν ἥρωα. b. οὕτως οὖν καὶ τῷ Ἱέρωνι ὡς τῷ Φιλοκτήτῃ ὁ θεὸς ὀρθωτὴρ καὶ ὑγείας αἴτιος γένοιτο εἰς τὸν ἐσόμενον χρόνον, ὧν ἐπιθυμεῖ εὐκαιρίαν παρεχόμενος. c. ἄλλως. οὕτω δὲ τῷ Ἱέρωνι ὀρθωτὴρ καὶ θεραπευτὴς ὁ θεὸς γένοιτο ὡς καὶ τῷ Φιλοκτήτῃ. Μοῖσα, καὶ πὰρ Δεινομένει: ὦ Μοῦσα, πείθου μοι χορεῦσαι καὶ παρὰ τῷ Ἱέρωνος υἱῷ Δεινομένει, ποινὴν καὶ ἀντέκτισιν τῷ νικηφόρῳ ἅρματι τὸ ἐγκώμιον παρεχομένη. οὐ γὰρ ἀλλοτρία ἡδονὴ τῷ παιδὶ ἡ τοῦ πατρὸς νίκη. Δεινομένης δὲ υἱὸς Ἱέρωνος ἐκ τῆς Νικοκλέους τοῦ Συρακουσίου θυγατρὸς κατὰ Φίλιστον (FHG I p. 189) καὶ Τίμαιον· | ἐκ γὰρ τῆς Ἀναξιλάου θυγατρὸς καὶ τῆς Θήρωνος ἀνεψιᾶς οὐκ ἐπαιδοποίησεν ὁ Ἱέρων προγαμήσας ταύτην· ὅθεν ἐστὶ καὶ ὁ παῖς ὁμώνυμος τῷ πάππῳ· Δεινομένης γὰρ ὁ πατὴρ Ἱέρωνος. ἄγ᾿ ἔπειτα: ἄγε τοίνυν, ὦ Μοῦσα, ἐπὶ τῷ τῆς Αἴτνης βασιλεῖ Δεινομένει προσφιλέστατον ἀνεύρωμεν ὕμνον. a. τῷ πόλιν κείναν: ὁ νοῦς· ᾧ, τῷ Δεινομένει δηλονότι, ὁ Ἱέρων τὴν Αἴτνην ἀνέκτισε καὶ διοικεῖν ἔδωκε σὺν θείᾳ ἐλευθερίᾳ, καὶ τοῖς νόμοις τῆς Δωρίου δικαιοσύνης, ἀπὸ κοινοῦ τὸ διοικεῖν ἔδωκεν. b. ἄλλως· ἀνακτίσας τὴν Κατάνην ὁ Ἱέρων καὶ Αἴτνην μετονομάσας διοικεῖν Δεινομένει τῷ υἱῷ ταύτην δέδωκεν. c. ἄλλως· τῷ Δεινομένει ὁ Ἱέρων Αἴτναν παραδέδωκεν ἐν νόμοις τῆς Δωρίδος στάθμης. τοῦτο δὲ λέγει, ἐπεὶ στρατηγὸν αὐτῆς κατέστησεν αὐτόν, ἐλευθέρους ἀφεὶς τοὺς Αἰτναίους καὶ τοῖς Λακωνικοῖς τρόποις ἢ νόμοις χρωμένους. a. Ὑλλίδος στάθμας Ἱέρων ἐν νόμοις ἔκτισε: νόμοις τῆς Δωρίδος δικαιοσύνης· ἀπὸ Ὕλλου τοῦ ἐπιφανεστάτου τῶν Δωριέων, ὃς ἐβασίλευσε τῶν περὶ Ἰταλίαν οἰκησάντων. b. ἔνιοι δὲ Ὑλλίδος στάθμας οὕτω· τῆς Λυκούργου νομοθεσίας. | οὗτος γὰρ ἑνδέκατός ἐστιν ἀπὸ Ἡρακλέους, ὡς Ἔφορος (FHG I 253) ἱστορεῖ. ὁ οὖν Ἱέρων Γελῴους καὶ Μεγαρεῖς καὶ Συρακουσίους ὄντας τῶν Δωριέων ἀποίκους ἐνῴκισε τῇ Αἴτνῃ. καὶ οὕτως ἂν ὁ λόγος ἀκολούθως ἔχοι, ὡς Δωριεῦσιν οὖσιν Αἰτναίοις καὶ Λακωνικοὺς νόμους θέσθαι τὸν Ἱέρωνα. a. ἐθέλοντι δὲ Παμφύλου: Πάμφυλος, ἄλλος τῶν Ἡρακλειδῶν, καὶ Δύμας καὶ Δῶρος υἱοὶ Αἰγιμιοῦ, ἀφ᾿ ὧν Παμφυλὶς καὶ Δυμανὶς φυλαὶ ἐν Λακεδαίμονι. b. ὁ δὲ νοῦς· θέλουσι δὲ οἱ Ὑλλίδαι, τουτέστιν οἱ Λακεδαιμόνιοι, ἀπὸ Ἡρακλέους καὶ Παμφύλου κατάγεσθαι. c. ἄλλως· θέλοντι δὲ Παμφύλου: οἱ Δωριεῖς οἰκοῦντες πρότερον τὴν Πίνδον οὖσαν μίαν τῆς τετραπόλεως τῆς ἐν Περραιβίᾳ ἀφικνοῦνται εἰς τὴν μεταξὺ Οἴτης καὶ Παρνασοῦ Δωρίδα ἑξάπολιν οὖσαν· ἐστὶ δὲ Ἐρινεὸν, Κύτινον, Βοιὸν, Λίλαιον, Κάρφαια, Δρυόπη· ἐκ δὲ τούτων σὺν τοῖς Ἡρακλείδαις εἰς Λακεδαίμονα κατέρχονται. ὁ δὲ νοῦς ἐπαμφοτερίζει. θέλουσι δὲ οἱ ἀπὸ Παμφύλου Ἡρακλέους ἀπόγονοι Δωριεῖς οἱ παρὰ ταῖς ὄχθαις τοῦ Τηϋγέτου ὄρους μένοντες ἐμμένειν τοῖς Αἰγιμιοῦ νόμοις. Τηΰγετον ὄρος Λακωνικόν, οὗ καὶ Ὅμηρος (ζ 103) μέμνηται· ἢ κατὰ Τηΰγετον περιμήκετον. ἔσχον δ᾿ Ἀμύκλας: κατέσχον τὴν Σπάρτην· ἀπὸ γὰρ μιᾶς πόλεως τὴν πᾶσαν ἐμφαίνει Λακωνικήν. Πινδόθεν ὀρνύμενοι: διὰ Πίνδου τὴν κάθοδον ποιησάμενοι εὐχερῶς τῆς Πελοποννήσου ἐκράτησαν. Πίνδος δὲ Περραιβίας ὄρος. a. Τυνδαριδᾶν: ὅτι θέλει λέγειν τοὺς Ἡρακλείδας, καθ᾿ ὃν χρόνον ἀνεκτήσαντο τὴν Λακωνικὴν καὶ τὴν Πελοπόννησον. b. βαθύδοξοι γείτονες: ἔδει σύνοικοι εἰπεῖν. ἀλλὰ ῥητέον, ὅτι ἱστοροῦσί τινες τοὺς Διοσκούρους μετῳκηκέναι εἰς Ἄργος· γειτνιᾷ δὲ τὸ Ἄργος τῇ Λακεδαίμονι. καὶ οὕτως ὁ Πίνδαρος κατὰ λόγον γείτονάς φησι τοὺς Λακεδαιμονίους τῶν Διοσκούρων. a. Ζεῦ τέλειε: ὁ νοῦς· ὦ Ζεῦ τέλειε, διαπαντὸς τοῖς Αἰτναίοις τοῖς περιοικοῦσι τὸν Ἀμένη ποταμὸν τοιαύτην μερίδα βασιλεῦσί τε καὶ δημόταις παράσχου, ὥστε τὸν τῶν ἀνθρώπων λόγον διακρίνειν τοῦτο καὶ ἀληθὲς ἀποφαίνειν, ὅτι ἐν ἐλευθερίᾳ εἰσίν. b. οἱ δὲ τὸ τοιαύτην μοῖραν τοῖς Αἰτναίοις ἀνδρείας, οἵαν καὶ Λακεδαιμόνιοι κατὰ πόλεμον ἔχουσιν.