ἀστοῖς: τουτέστι δίδου τοῖς βασιλεῦσι καὶ τοῖς ἀστοῖς τοῖς περὶ τὸν Ἱέρωνα μερίδα εὐτυχίας. σύν τοι: σὺν σοὶ, ὦ Ζεῦ, ὁ βασιλεὺς Σικελίας Ἱέρων τῷ ἑαυτοῦ υἱῷ Δεινομένει ἐντελλόμενος τὸν τῶν Αἰτναίων δῆμον ἐπιτρέποι διαπαντὸς εἰς σύμφωνον καὶ εἰρηναίαν ἡσυχίαν. a. λίσσομαι, νεῦσον, Κρονίων: ὁ νοῦς· καθικετεύω σε, ὦ Κρόνου παῖ Ζεῦ, ἐπίνευσον, ὅπως ὅ τε τῶν Φοινίκων καὶ ὁ τῶν Καρχηδονίων καὶ Τυρσηνῶν θόρυβος ἥσυχον καὶ εἰρηναῖον ἔχοι τὸν οἶκον· ἐπίνευσον δὲ θεασάμενος τὴν πρὸ τῆς Κύμης ναυμαχίαν. b. ἄλλως· χαριέστατα ἐκ τοῦ θορύβου τὴν τῶν βαρβάρων ἀκοσμίαν ὑπεστήσατο, ὡς καὶ Ὅμηρος (Δ 436)· ὣς Τρώων ἀλαλητὸς ἀνὰ στρατὸν εὐρὺν ὀρώρει. c. ἄλλως· Τυρσηνοὶ καὶ Καρχηδόνιοι, οἵ εἰσι Φοινίκων ἄποικοι, διεμάχοντο πρὸς Κυμαίους· μελλόντων οὖν ἄρδην ἀπόλλυσθαι τῶν Κυμαίων, Ἱέρων συμμαχήσας τοὺς μὲν Κυμαίους διέσωσε, τῶν δὲ Τυρσηνῶν τοὺς πλείστους ἀπώλεσε. κατεύχεται οὖν ὁ Πίνδαρος εἰρηνικὰ καὶ ἀστασίαστα μένειν λοιπὸν τὰ πράγματα Καρχηδονίοις καὶ Σικελιώταις. οἷα Συρακοσίων: ὁποῖα γὰρ ὑπὸ τῷ ἄρχοντι καὶ βασιλεῖ τῶν Συρακουσίων Ἱέρωνι ἀναιρεθέντες πεπόνθασιν οἱ Καρχηδόνιοι καὶ Τυρσηνοί· ὅστις ὁ Ἱέρων ἀπὸ τῶν ταχειῶν νεῶν ἐνέβαλε τῇ θαλάσσῃ πᾶσαν τὴν ἡλικίαν. a. Ἑλλάδ᾿ ἐξέλκων βαρείας: ἔνιοι μὲν Ἑλλάδα τὴν ἐν Σικελίᾳ ἤκουσαν, ἔνιοι δὲ Ἑλλάδα τὴν Ἀττικήν. ἱστορεῖται γάρ τι τοιοῦτον, ὅτι Ξέρξου μέλλοντος στρατεύειν ἐπὶ τὴν Ἑλλάδα πρέσβεις ἦλθον πρὸς Καρχηδονίους κελεύοντες πλεῖν ἐπὶ Σικελίαν καὶ τοὺς τὰ τῶν Ἑλλήνων φρονοῦντας καταστρέφεσθαι, καὶ οὕτως ὁρμᾶν ἐπὶ τὴν Πελοπόννησον. οἱ μὲν οὖν Καρχηδόνιοι ὑπήκουσαν. κατὰ δὲ τὸν αὐτὸν χρόνον πρὸς Ἱέρωνα πρέσβεις ἦλθον παρ᾿ Ἀθηναίων ἀξιοῦντες συμμαχεῖν τοῖς Ἕλλησιν· οἷς ὑπήκουσαν οἱ περὶ τὸν Γέλωνα, καὶ κατασκευασάμενοι διακοσίας ναῦς καὶ δισχιλίους ἱππέας καὶ μυρίους πεζοὺς τὸν τῶν Καρχηδονίων στόλον κατεναυμάχησαν κατὰ τῆς Σικελίας ὁρμῶντα, ὥστε καὶ τοὺς Σικελιώτας καὶ τοὺς ἄλλους Ἕλληνας ἐλευθερῶσαι. b. ἄλλως· ἔνιοι μὲν Ἑλλάδα τὴν Σικελίαν ἤκουσαν, τινὲς δὲ Ἑλλάδα τὴν Ἀττικήν. εἰκὸς δὲ ταῖς Ἐφόρου ἱστορίαις ἐντυχόντα τὸν Πίνδαρον, ἐξηκολουθηκέναι αὐτὸν αὐτῷ. ἱστορεῖ γὰρ Ἔφορος (FHG I p. 264) τοιοῦτον, ὅτι παρασκευαζομένου Ξέρξου τὸν ἐπὶ τῇ Ἑλλάδι στόλον, πρέσβεις παραγενέσθαι πρὸς Γέλωνα τὸν τύραννον ἱκετεύοντας εἰς τὸν τῶν Ἑλλήνων σύλλογον ἐλθεῖν· ἐκ δὲ Περσῶν καὶ Φοινίκων πρέσβεις πρὸς Καρχηδονίους, προστάσσοντας ὡς πλεῖστον δέοι στόλον εἰς Σικελίαν βαδίζειν καταστρεψομένους τοὺς τὰ τῶν Ἑλλήνων φρονοῦντας πλεῖν ἐπὶ Πελοπόννησον. ἀμφοτέρων δὲ τὸν λόγον δεξαμένων, καὶ τοῦ μὲν Ἱέρωνος συμμαχῆσαι τοῖς Ἕλλησι προθυμουμένου, τῶν δὲ Καρχηδονίων ἑτοίμων ὄντων συμπρᾶξαι τῷ Ξέρξῃ, Γέλωνα διακοσίας εὐτρεπίσαντα ναῦς καὶ δισχιλίους ἱππεῖς καὶ πεζοὺς μυρίους κατακοῦσαι στόλον Καρχηδονίων καταπλεῖν ἐπὶ Σικελίαν καὶ διαμαχησάμενον μὴ μόνον τοὺς Σικελιώτας ἐλευθερῶσαι, ἀλλὰ καὶ σύμπασαν τὴν Ἑλλάδα. | εἰκὸς οὖν ταύτῃ τῇ ἱστορίᾳ ἐντετυχηκέναι τὸν Πίνδαρον. a. αἱρέομαι: αἱροῦμαι καὶ ἀποδέχομαι, φησὶ, τὴν παρὰ Σαλαμῖνος καὶ Ἀθηναίων χάριν καὶ μισθόν, ὅτι ἐκινδύνευσαν ὑπὲρ πάσης τῆς Ἑλλάδος. b. ἄλλως· λαμβάνω καὶ λογίζομαι σωτηρίαν τῆς Ἑλλάδος τὴν τῶν Ἀθηναίων νίκην. c. ἄλλως· αἱρέομαι: αἱροῦμαι, φησί, τὴν τῆς Ἑλλάδος σωτηρίαν τὸν παρ᾿ Ἀθηναίων μισθόν· τοῦτό ἐστιν ἡ παρὰ Σαλαμῖνος χάρις. d. λαμβάνω τὴν χάριν, τουτέστι τῆς Σαλαμῖνος τὴν μάχην, εἰς μισθὸν καὶ εἰς σωτηρίαν τῆς Ἑλλάδος παρὰ τῶν Ἀθηναίων. οἱ γὰρ Ἀθηναῖοι εἰς Σαλαμῖνα ναυμαχήσαντες πρὸς τοὺς Πέρσας ἔσωσαν τὴν Ἑλλάδα. αἱροῦμαι δὲ καὶ ἀποδέχομαι, φησὶ, τὴν πρὸ Κιθαιρῶνος μάχην τῶν Σπαρτιατῶν, καθ᾿ ἣν οἱ τοξόται τῶν πεζικῶν ἡγούμενοι περὶ Πλαταιὰς τὴν πεζικὴν ἀνετρέψαντο δύναμιν. a. πὰρ δὲ τὰν εὔυδρον ἀκτάν: ὁ νοῦς· καὶ παρὰ τὴν εὔυδρον ἀκτὴν τοῦ Ἱμέρα ποταμοῦ τὸν ὕμνον τοῖς τοῦ Δεινομένεος παισὶ τελέσας, ἀπὸ κοινοῦ τὸ αἱρέομαι· ὅντινα ὕμνον ἐδέξαντο παρὰ τῇ ἑαυτῶν ἀρετῇ τῶν πολεμίων ἀναιρεθέντων. b. φασὶ δὲ τὸν Γέλωνα τοὺς ἀδελφοὺς φιλοφρονούμενον ἀναθεῖναι τῷ θεῷ χρυσοῦς τρίποδας ἐπιγράψαντα ταῦτα (Simon. fr. 141 Bgk.)· Φημὶ Γέλων᾿, Ἱέρωνα, Πολύζηλον, Θρασύβουλον, παῖδας Δεινομένευς τοὺς τρίποδας θέμεναι, βάρβαρα νικήσαντας ἔθνη, πολλὴν δὲ παρασχεῖν σύμμαχον Ἕλλησιν χεῖρ᾿ ἐς ἐλευθερίην. Ἱμέρα παίδεσσιν: Ἱμέρας ποταμὸς ἐν Σικελίᾳ, περὶ οὗ καὶ Αἰσχύλος φησὶν ἐν Γλαύκῳ (fr. 32)· καλοῖσι λουτροῖς ἐκλέλουμαι δέμας εἰς ὑψίκρημνον Ἱμέραν δ᾿ ἀφικόμην. a. τὸν ἐδέξαντο: ὅντινα ὕμνον ἐδέξαντο ἐπὶ τῇ ἑαυτῶν ἀρετῇ τῶν πολεμίων ἀνδρῶν ἀναιρεθέντων. b. ἄλλως· ὅντινα ὕμνον ἐδέξαντο νικήσαντες τοὺς Καρχηδονίους. a. καιρὸν εἰ φθέγξαιο: οἱ μέν φασι λείπειν τὴν κατά πρόθεσιν, ἵν᾿ ᾖ· κατὰ καιρὸν εἰ φθέγξαιο. b. εἰ καιρίως λέγων, τῆς πολυλογίας τὰ πέρατα εἰς ἓν συντείνας καὶ συμπλέξας, ἐκφύγοις ἂν τὸν φθόνον. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν δικτύων. c. τὸ δὲ ἑξῆς· εἰ ἐν βραχεῖ φθέγξαιο κατὰ καιρὸν, πολλῶν πείρατα συντανύσας, μείων ἕπεται μῶμος ἀνθρώπων. d. ἄλλως· αἰσθάνεται ἑαυτοῦ ἐκπεπτωκότος. ὁ δὲ νοῦς οὕτως· εἰ τὰ καίρια λέγεις τῶν πολλῶν τὰ πέρατα εἰς ἓν συντεμὼν καὶ συμπλέξας, οὐκ ἀκολουθήσει σοι μέμψις οὐδὲ φθόνος. a. ἀπὸ γὰρ κόρος αἰανής: ὁ γὰρ διηνεκὴς κόρος καὶ ἡ μακρολογία τὰς ταχείας καὶ μικροψύχους διανοίας ἀμβλύνει τῶν ἀνθρώπων. b. ἄλλως· ὁ γὰρ κόρος καὶ ἡ μακρολογία ἀμβλύνει τὰς τῶν ἀκουόντων διανοίας. a. ἀστῶν δ᾿ ἀκοά: ἡ δὲ τῶν πολιτῶν ἀκοὴ κρυφίως λυπεῖ τὴν ψυχὴν ἐπὶ τοῖς ἀλλοτρίοις τῶν πολιτῶν κατορθώμασιν. ἀλλήλοις γὰρ ὡς ἐπὶ τὸ πλεῖστον διαφθονοῦσιν. b. ἄλλως· ἀντὶ τοῦ λυποῦνται οἱ πολῖται ἐπὶ τοῖς τῶν ἀλλοτρίων καλοῖς· καὶ ἐπὶ τοῖς σοῖς, Ἱέρων, φθονοῦσι καλοῖς. τί τοῦτο; a. ἀλλ᾿ ὅμως κρέσσον: ἀλλ᾿ ὅμως βέλτιον φθονεῖσθαι ἤπερ οἰκτείρεσθαι. μὴ οὖν παρέλκου μηδὲ παρόρα τὰ καλὰ, ὦ Ἱέρων. b. ἄλλως· μὴ διὰ τὸν φθόνον, φησὶ, παρόρα τὰ καλὰ, ἀλλὰ τὸν νῦν τεταγμένον σοι δῆμον δικαίῳ καὶ ἀγαθῷ κυβέρνα πηδαλίῳ. νώμα γὰρ ἀντὶ τοῦ κυβέρνα. a. ἀψευδεῖ δὲ πρὸς ἄκμονι: σκληρῶς ἄκμονα τὸ στόμα ἀπὸ μεταφορᾶς τῶν χαλκευόντων. πρὸς ἄκμονι δὲ ἀψευδεῖ χάλκευε, ὅ ἐστι, φιλαλήθης ἔσο. b. ἄλλως· ἀντὶ τοῦ ἀλήθευε. | ἴσως δέ τι ἐπηγγείλατο τῷ Πινδάρῳ ὁ Ἱέρων. εἴ τι καὶ φλαῦρον παραιθύσσει: λείπει ὁ γάρ· ἐὰν γάρ τι καὶ εὐτελὲς παρὰ σοῦ λεχθῇ καὶ ὁρμήσῃ, καὶ τοῦτο μέγα καὶ διὰ πάντων φέρεται. φησὶ δὲ μεγάλα εἶναι τὰ τῶν ἀρχόντων ἁμαρτήματα, κἂν εὐτελῆ τυγχάνῃ. εἰ καί τι οὖν εὐτελὲς ἁμάρτῃς, τοῦτο μέγιστον ἔσται. πολλῶν ταμίας: πολλῶν γὰρ δεσπότης καὶ βασιλεὺς τυγχάνεις καὶ διοικητής. βασιλεὺς γὰρ ἦν. πολλοὶ μάρτυρες ἀμφοτέροισι: τῷ τε ἀληθεῖ καὶ τῷ ψευδεῖ· ἢ σοὶ καὶ τῷ υἱῷ. ὁ δὲ Σιδώνιος, σοὶ καὶ τοῖς ὑποτεταγμένοις. εὐανθεῖ δ᾿ ἐν ὀργᾷ: εὐγενεῖ. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν εὐγενῶν φυτῶν. εὐγενεῖ δὲ, φησὶ, τρόπῳ παραμένων, εἰ δή τι φιλεῖς τὴν ἡδεῖαν τῶν ἐγκωμίων ἀκοὴν, μὴ ἀπόκαμνε πρὸς τὰς δαπάνας. ἐκ δὲ τούτου προτρέπεται τὸν Ἱέρωνα μισθὸν αὐτῷ παρασχεῖν τοῦ ἐπινίκου. ἐξίει δ᾿ ὥστε κυβερνάτας: ὥσπερ δὲ κυβερνήτης ἄριστος, ἔα πρὸς πνεῦμα τὸ ἱστίον· ἵνα ἱστίον μὲν τὸν μισθὸν, πνεῦμα δὲ τὸ ἐγκώμιον ἀκούσωμεν. μὴ δολωθῇς κέρδεσιν εὐτραπέλοις: ὁ νοῦς· μὴ δολωθῇς, ὦ προσφιλέστατε Ἱέρων, τῇ ἐχθροτάτῃ φιλοκερδείᾳ. a. ὀπισθόμβροτον: τὸ φροντίδος ἀξιούμενον ὑπὸ τῶν ἀνθρώπων τῶν μετὰ ταῦτα καὶ μετὰ θάνατον λεγόμενον ἐγκώμιον. b. ἄλλως· τὸ μετὰ ταῦτα ἐσόμενον τῆς δόξης καύχημα, ὅπερ μόνον τῶν τεθνηκότων ἀνθρώπων τὸν βίον καταμηνύει τοῖς τε λογίοις καὶ ποιηταῖς. c. οἱ δὲ οὕτω· τὸ ἐκ τῆς δόξης καύχημα τὸ μετὰ ταῦτα ἐσόμενον, ὅπερ μόνον τῶν τεθνηκότων ἀνδρῶν τὸν βίον καταμηνύει. a. οἶον ἀποιχομένων: τὸ μετὰ ταῦτα ἐσόμενον τῆς δόξης καύχημα, ὅπερ μόνον τῶν τεθνηκότων ἀνθρώπων τὸν βίον καταμηνύει | τοῖς τε λογίοις καὶ ποιηταῖς. b. ἀοιδοῖς μὲν τοῖς ποιηταῖς. λογίοις δὲ τοῖς πεζογράφοις. οὐ φθίνει Κροίσου φιλόφρων ἀρετά: οὐδαμῶς φθείρεται καὶ λήθην λαμβάνει ἡ τοῦ Κροίσου φιλοφρονητικὴ ἀρετή. ὅτι δὲ πλούσιος καὶ φιλόφρων ὁ Κροῖσος ἦν, δῆλος ὁ λόγος. τὸν δὲ ταύρῳ χαλκέῳ: κατὰ δὲ τοὐναντίον, φησὶ, Φάλαριν τὸν ἐν τῷ χαλκῷ βοῒ κατακαύσαντα τοὺς ἀνθρώπους αἰσχρὰ φάτις ἔχει. τὸν δὲ τοῦ Φαλάριδος ταῦρον οἱ Ἀκραγαντῖνοι κατεπόντωσαν, ὥς φησι Τίμαιος (FHG I. p. 222)· τὸν γὰρ ἐν τῇ πόλει δεικνύμενον μὴ εἶναι τοῦ Φαλάριδος, καθάπερ ἡ πολλὴ κατέχει δόξα, ἀλλ᾿ εἰκόνα Γέλα τοῦ ποταμοῦ. κατασκευάσαι δὲ αὐτόν φασι Περίλαον καὶ πρῶτον ἐν αὐτῷ κατακαῆναι. Καλλίμαχος (fr. 119)· πρῶτος ἐπεὶ τὸν ταῦρον ἐκαίνισεν, ὃς τὸν ὄλεθρον εὗρε τὸν ἐν χαλκῷ καὶ πυρὶ γιγνόμενον. νηλέα νόον : τινὲς ἄνοον, τὴν -λε- ἀποστρέφοντες. ἐχθρὰ Φάλαριν: ὁ νοῦς· τοῦ μὲν Κροίσου οὐδαμῶς φθείρεται ἡ φιλοφρονητικὴ ἀρετὴ, τὸν δὲ χαλκῷ ταύρῳ τῶν ξένων καυτῆρα καὶ ἀνηλεῆ τὸν νοῦν Φάλαριν αἰσχρὰ πανταχοῦ κατέχει φήμη. οὐδέ μιν φόρμιγγες: ὁ νοῦς· οὐδὲ αὐτὸν αἱ ὑποικίδιοι κιθάραι παρὰ συμποσίοις καὶ δείπνοις εἰς κοινωνίαν ἡδεῖαν δέχονται ταῖς τῶν παίδων ὁμιλίαις καὶ τοῖς ὕμνοις. τουτέστιν οὐδέποτε τὸν Φάλαριν ἐν συμποσίοις παῖδες ὑμνοῦσιν. λείπει δὲ τῷ λόγῳ ἡ εἴς πρόθεσις. τὸ δὲ παθεῖν εὖ: τὸ δὲ ἐπιτυχεῖν ἄθλων καὶ ἀγῶνος καὶ εὖ πρᾶξαι πρωτεύει· ἀνυμνεῖσθαι δὲ νικήσαντα δευτέρα μοῖρα. ἀμφοτέροις δὲ τούτοις ὃς ἂν ἐπιτύχῃ καὶ κρατήσῃ, στέφανον ὑψηλότατον δέχεται. τέλος. Scholia in Pythionicarum carmen II. Τῷ αὐτῷ. Τῷ αὐτῷ Ἱέρωνι. Ἱέρωνι Συρακουσίῳ νικήσαντι ἅρματι. Περὶ τῶν κώλων τῆς στροφῆς καὶ ἀντιστροφῆς τοῦ δευτέρου τῶν Πυθίων εἴδους. Τῆς δευτέρας ᾠδῆς ἡ μὲν στροφὴ καὶ ἀντίστροφος κώλων ιε΄. τὸ α΄ δίμετρον τροχαϊκὸν καταληκτικὸν λελυμένους ἕχον τοὺς δύο πόδας. τὸ β΄ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. τὸ γ΄ τροχαϊκὸν δίμετρον βραχυκατάληκτον. τὸ δ΄ ἰαμβικὸν δίμετρον καταληκτικόν. τὸ ε΄ χοριαμβίκὸν δίμετρον βραχυκατάληκτον. τὸ ς΄ ἀναπαιστικὸν δίμετρον ὑπερκατάληκτον. τὸ ζ΄ Ἰωνικὸν ἀπὸ μείζονος δίμετρον καταληκτικὸν, τῆς πρώτης συλλαβῆς ἀδιαφόρου οὔσης. τὸ η΄ χοριαμβικὸν τρίμετρον ἀκατάληκτον. τὸ θ΄ τρίμετρον ἰαμβικὸν βραχυκατάληκτον. τὸ ι΄ ἐπιωνικὸν δίμετρον ἀκατάληκτον. τὸ ια΄ μονόμετρον ἀναπαιστικόν. τὸ ιβ΄ δίμετρον ἐπιχοριαμβικὸν ἀκατάληκτον. τὸ ιγ΄ τρίμετρον ἰαμβικὸν βραχυκατάληκτον. τὸ ιδ΄ δίμετρον τροχαϊκὸν καταληκτικὸν Εὐριπίδειον. τὸ ιε΄ πενθημιμερὲς ἰαμβικόν. Περὶ τῆς ἐπῳδοῦ αὐτοῦ. Ἡ δὲ ἐπῳδὸς κώλων ιδ΄. τὸ α΄ δίμετρον τροχαϊκὸν ἀκατάληκτον. τὸ β΄ δίμετρον ἰαμβικὸν βραχυκατάληκτον. τὸ γ΄ δίμετρον χοριαμβικὸν καταληκτικόν. τὸ δ΄ τρίμετρον ἀντισπαστικὸν ἀκατάληκτον, ἀπὸ ἰαμβικῆς ἀρχόμενον καὶ κατακλειόμενον ἰαμβικῇ. τὸ ε΄ παιωνικὸν δίμετρον καταληκτικόν. τὸ ς΄ Γλυκώνειον, τοῦ πρώτου ποδὸς ἀδιαφόρου, εἶτα τροχαίου, εἶτα διϊάμβου. τὸ ζ΄ ἀντισπαστικὸν τρίμετρον καταληκτικὸν Πινδαρικὸν, ἀπὸ τροχαίου εἰς τροχαῖον. τὸ η΄ σύνθετον ἀπὸ παίωνος καὶ διμέτρου Ἰωνικοῦ ἀκαταλήκτου, τοῦ τε ἀνακλωμένου καὶ τοῦ ἀπὸ μείζονος. τὸ θ΄ πενθημιμερὲς ἰαμβικόν. τὸ ι΄ Ἰωνικὸν δίμετρον κατακλειόμενον ἐκ τροχαϊκῆς διποδίας. τὸ ια΄ χοριαμβικὸν τρίμετρον καταληκτικόν. τὸ ιβ΄ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. τὸ ιγ΄ Πινδαρικόν, διὰ τὸ πολλάκις τὸν Πίνδαρον αὐτῷ κεχρῆσθαι. σύγκειται δὲ ἐξ ἀντισπάστου καὶ χοριάμβου καὶ ἰάμβου καὶ συλλαβῆς. τὸ ιδ΄ Ἰωνικὸν ἀπὸ μείζονος ἀκατάληκτον. Inscr. Γέγραπται μὲν Ἱέρωνι ἅρματι νικήσαντι, ἄδηλον δὲ εἰς ποῖον ἀγῶνα· διεστασίασται γὰρ οὐ μετρίως τοῖς πρὸ ἡμῶν. οἱ μὲν γὰρ οὐδὲ ὅλως ἐπίνικον αὐτὸν εἶναί φασι, Τίμαιος δὲ (FHG I p. 232) θυσιαστικὴν, Καλλίμαχος (fr. 100 d 16) Νεμεακὴν, Ἀμμώνιος καὶ Καλλίστρατος Ὀλυμπιακὴν, ἔνιοι Πυθικὴν, ὡς Ἀπολλώνιος ὁ εἰδογράφος, ἔνιοι δὲ Παναθηναϊκήν. | αὐτίκα γοῦν Διονύσιος ὁ Φασηλίτης οὐκ οἴεται δεῖν γράφειν τᾶν λιπαρᾶν ἀπὸ Θηβᾶν, ἀλλὰ τᾶν λιπαρᾶν ἀπ᾿ Ἀθηνᾶν διὰ τὸ Παναθηναϊκὸν εἶναι τὸν ἐπίνικον· καταφέρεσθαι γάρ πως τὸν Πίνδαρον εἰς τὸ τὰς Ἀθήνας λιπαρὰς προσαγορεύειν, τὰς δὲ Θήβας χρυσαρμάτους καὶ εὐαρμάτους καὶ λευκίππους καὶ κυανάμπυκας· τέλεον εὐχερής τις ὤν. καὶ γὰρ καὶ ἄλλας πλείους λιπαρὰς καλεῖ, ὥσπερ τὴν Σμύρναν (fr. 204)· καὶ λιπαρῷ Σμυρναίῳ ἄστει· καὶ τὴν Αἴγυπτον ἐν Διθυράμβοις (fr. 82)· τὰν λιπαρὰν μὲν Αἴγυπτον ἀγχίκρημνον. καὶ τὰς Θήβας δέ που εἶπε λιπαράς (fr. 196)· λιπαρᾶν τε Θηβᾶν μέγαν σκόπελον. ἄλλως τε εὔηθες ἀπὸ τῶν Ἀθηνῶν φάναι τῷ Ἱέρωνι τὸ μέλος φέρεσθαι. οὐ γὰρ τὸ μέλος, ἀλλ᾿ ἡ νίκη αὐτῷ Ἀθήνηθεν ἀφικνεῖται· ὁ δὲ Πίνδαρος οὐκ Ἀθηναῖος. ἀλλὰ Θηβαῖος, ὥστε ἀπὸ Θηβᾶν δεῖ γράφειν, ὅθεν ἦν ὁ τὸ ποίημα συνθείς. a. μεγαλοπόλεις εἶπε τὰς Συρακούσας, ἐπειδὴ Ἀρχίας τέσσαρας πόλεις καταστρεψάμενος εἰς μίαν συνήγαγεν. εἰσὶ δὲ αὗται· Ἀχραδίνη. Νεάπολις. Ἐπιπολαὶ, τύχη. οὐκ ἐκ τοῦ παρατυχόντος οὖν μεγαλοπόλεις εἴρηκε τὰς Συρακούσας. b. ἄλλως· ὦ μεγαλοπόλιες Συράκουσαι τοῦ μεγαλοπολέμου Ἄρεος τέμενος οὖσαι, ἀντὶ τοῦ ἀνδρεῖοι ὄντες, ἀνδρῶν σιδήρῳ καὶ ἵπποις χαιρόντων καὶ πολεμικῶν τροφοὶ οὖσαι.