a. χρυσέα φόρμιγξ: τινὲς χρυσῆν ὑποσχέσθαι κιθάραν τὸν Ἱέρωνα τῷ Πινδάρῳ. διὸ καὶ ὁ ποιητὴς ὑπομιμνήσκων αὐτὸν τῆς ἐπαγγελίας ἀπὸ τῆς κιθάρας ἤρξατο τοῦ προοιμίου. b. χρυσῆ δὲ κιθάρα ἀντὶ τοῦ τιμία, ὡς χρυσῆ Ἀφροδίτη (Χ 470). a. σύνδικον Μοισᾶν κτέανον: συνῳδόν, οἱονεὶ οὐκ ἐναντίον. ὁ δὲ Ἀπολλώνιος σύντροπον ἤκουσε· δίκη γὰρ ὁ τρόπος ὡς καὶ Ὅμηρος (τ 43)· αὕτη τοι δίκη ἐστί. b. οὐ μάτην δὲ αὐτῷ παρέρριπται τὸ Ἀπόλλωνος κτῆμα εἰπεῖν τὴν κιθάραν· ἀντὶ γὰρ τῆς τῶν βοῶν κλοπῆς παρ᾿ Ἑρμοῦ πρῶτος ἐκτήσατο τὸ ὄργανον. c. ἢ Ἀπόλλωνος, διὰ τὸ τὸν Ἀπόλλωνα προκατάρχειν τοῦ χοροῦ τῶν Μουσῶν. d. ὁ δὲ νοῦς· χρυσῆ κιθάρα, καὶ τοῦ Ἀπόλλωνος κτῆμα καὶ τῶν μελανοπλοκάμων Μουσῶν συνῳδὸν καὶ σύντροπον, | παρόσον ὁ μὲν Ἀπόλλων τῇ κιθάρᾳ τῶν ᾠδῶν προκαθηγεῖται τῶν Μουσῶν, αὗται δὲ χορεύουσιν. a. τᾶς ἀκούει μὲν βάσις: βάσιν ἔνιοι τὸν ῥυθμόν· πρὸς γὰρ ῥυθμὸν ἡ ἁρμονία τῶν μελῶν διατυποῦται· οἱ δὲ τὴν τῶν ποδῶν κροῦσιν· προκατάρχονται γὰρ αἱ ᾠδαὶ παρὰ τῆς κιθάρας, εἶθ᾿ οὕτως ἕπεται ὁ τῶν χορευτῶν ῥυθμός. b. ἢ βάσις ὁ ῥυθμός, παρὰ τὸ βαίνειν εἰς τὸν ῥυθμὸν τοῖς κρούουσι τὴν γῆν τοῖς ποσίν. c. ἀγλαΐας ἀρχά: ἀμφίβολον πότερον ἡ βάσις ἀγλαΐας ἀρχὴ οὖσα, ἢ σὺ ὦ κιθάρα ἀγλαΐας τυγχάνεις ἀρχή. κἀντεῦθεν δὲ ἄδηλον, ἤτοι ἀγλαΐαν τὴν κατὰ τὰς πανηγύρεις φησί, καθ᾿ ἣν πάντες γαννύμενοι τερπόμεθα, ἢ ἀγλαΐαν τὴν διάχυσιν καὶ εὐφροσύνην. d. ἄλλως· ἀγλαΐας ἀρχάν: τὴν ἀρχὴν καὶ τὰς προανακρούσεις. a. πείθονται δ᾿ ἀοιδοὶ σάμασιν: ἀοιδοὶ ἤτοι ἐν τῷ καθόλου, ἢ ἐπὶ τῶν Μουσῶν ὁ λόγος. ὡς γὰρ ἔφην, Ἀπόλλων μὲν προκατάρχει τῶν κρουμάτων, πρὸς δὲ τὰ κρούματα εὐρύθμως αἱ Μοῦσαι χορεύουσι. b. σάμασι: σημείοις. τοῖς συνθήμασιν. c. ἢ τοῖς κελεύσμασιν, ἀπὸ τοῦ σημῆναι διὰ τῆς προανακρούσεως. d. ὁ δὲ νοῦς· ἧς, σοῦ ὦ κιθάρα, κατακούει μὲν ἡ τῶν ποδῶν κροῦσις, τῆς εὐφροσύνης καὶ διαχύσεως ἀρχὴ οὖσα· πείθονται δὲ καὶ οἱ ἀοιδοὶ τοῖς σοῖς συνθήμασιν, ὅταν τῶν προοιμίων τῶν ἡγουμένων τῶν χορῶν τὰς προαναφωνήσεις καὶ κρούσεις κατασκευάζῃς διακινουμένη. a. ἀμβολάς: τὰς προαναφωνήσεις. ὡς καὶ Ὅμηρος (α 155)· ἦτοι ὃ φορμίζων ἀνεβάλλετο καλὸν ἀείδειν. b. ἐλελιζομένη δέ, ἢ διακινουμένη ἢ διακρουομένη. κεραυνὸν σβεννύεις: κατὰ τὸ ἐναντίον προήγαγεν· ἔδει γὰρ εἰπεῖν κεραυνοῦ πῦρ. τὸ δὲ τοιοῦτον σχῆμα τοῦ λόγου καὶ παρ᾿ Ὁμήρῳ (Δ 535)· ὁ δὲ χασσάμενος πελεμίχθη. πελεμιχθεὶς γὰρ ἀνεχώρησεν. a. ἀένναον κυρίως ἐπὶ τῶν ὑδάτων τίθεται, καταχρηστικῶς δὲ ὁ Πίνδαρος νῦν ἐπὶ τοῦ κεραυνοῦ τάττει ἀντὶ τοῦ ἄσβεστον. b. σκάπτῳ δὲ Δωρικῶς τῷ σκήπτρῳ. a. Διὸς αἰετός: πάνυ γὰρ διετύπωσεν, ὅτι δὴ ὁ ἀετὸς ἐπικαθήμενος τῷ τοῦ Διὸς σκήπτρῳ καὶ κατακηλούμενος ταῖς μουσικαῖς ᾠδαῖς εἰς ὕπνον κατάγεται, ἀμφοτέρας χαλάσας τὰς πτέρυγας καὶ ταλαντευόμενος καὶ ζυγοστατούμενος ὥσπερ διὰ τὴν τοῦ σκήπτρου στενότητα, ὥστε αὐτῷ μὴ ἐξολισθαίνειν τῇ ᾠδῇ, ἀλλὰ ἀσφαλῆ τὴν βάσιν ὑπάρχειν. ἡ δὲ Σαπφὼ (fr. 16) ἐπὶ τοῦ ἐναντίου ἐπὶ τῶν περιστερῶν· . . ταῖσι ψυχρὸς μὲν ἔγεντο θυμός, Πὰρ δ᾿ ἱεῖσι τὰ πτερά . . . . b. ὁ δὲ νοῦς· καὶ τὸν ἰσχυρὸν καὶ πολεμικώτατον κεραυνὸν σβεννύεις τοῦ διαπαντὸς ὄντος πυρός. ἀφυπνοῖ δὲ τῇ ἡδονῇ συσχεθεὶς ἐπὶ τοῦ σκήπτρου τοῦ Διὸς ὁ ἀετὸς τὴν ταχεῖαν ἑαυτοῦ πτέρυγα ἐξ ἀμφοτέρων τῶν μερῶν χαλάσας, ὁ τῶν ὀρνέων βασιλεύς. a. κελαινῶπιν νεφέλαν: ἤτοι κατ᾿ αὐτῆς τῆς νεφέλης τὸ ἐπίθετον. ἵνα σωματικώτερον ἀναπλάσῃ τὴν νεφέλην | τὴν μέλανας ἔχουσαν ὀφθαλμούς, ἣ τὴν μελαίνουσαν τοὺς ὀφθαλμοὺς νεφέλην. b. ἄλλως. κελαινῶπιν νεφέλαν τὴν ἐπίχυσιν τοῦ ὕπνου φησίν. c. ἄλλως· ἀντὶ τοῦ ὕπνον, παρόσον ἀφεγγής ἐστι. κατέχευας, ὦ κιθάρα. ἁπαλὸν καὶ ἡδὺ κλεῖθρον κατὰ τῶν βλεφάρων. a. ἀγκύλῳ κρατί: τῇ ἐπικεκαμμένῃ κεφαλῇ τοῦ ἀετοῦ. οὕτω δὲ εἶπε διὰ τὸ ῥάμφος αὐτοῦ. καὶ Ὅμηρος (τ 538)· ἀγκυλοχείλης. b. τὸ δὲ κλαῖστρον ἀντὶ τοῦ κλεῖθρον. a. ὑγρὸν νῶτον αἰωρεῖ: ἀντὶ τοῦ εἰς ὕπνον καταφερόμενος ὑπὸ σοῦ, ὦ κιθάρα, αἰωρεῖται τὸν νῶτον ἐπὶ θάτερον ῥέπων. b. ἄλλως· ὑγρὸν νῶτον: τὸν εὐδιάχυτον ὑπὸ τῆς ἡδονῆς. | γραφικώτατα δὲ συνδιατιθέμενον τῇ ᾠδῇ καὶ θελγόμενον τὸν ἀετὸν ὑπετύπωσεν. a. ῥιπαῖσι: ταῖς βολαῖς. λέγει δὲ τοῖς μέλεσιν. b. ὁ δὲ νοῦς· ὁ δὲ ἀετὸς εἰς ὕπνον τῇ ἡδονῇ καθελκόμενος τὸν εὐδιάχυτον αὐτοῦ νῶτον ἐπαίρει, τοῖς σοῖς μέλεσι θελχθείς. a. βιατὰς Ἄρης: ὁ γὰρ ἰσχυρότατος Ἄρης τὴν τραχυτάτην τῶν δοράτων ἀκμὴν καταλιπών, τουτέστι τὸν πόλεμον, εὐφραίνει τὴν καρδίαν τῷ τῆς κιθάρας κηλήματι. b. κώματι τῷ κοιμήματι, τῷ θέλγματι. a. κῆλα δέ: κατὰ συναίρεσιν τὰ κηλήματα. Ὅμηρος δὲ (A 383) τὰ τοξικὰ βέλη· τὰ δ᾿ ἐπῴχετο κῆλα θεοῖο. δυνατὸν δὲ ἀκούειν καὶ νῦν τροπικώτερον βέλη τὰ θελκτικὰ τῆς μουσικῆς πάθη. b. κῆλα τὰ ὑπὸ μουσικῆς θέλγματα. c. ὁ δὲ νοῦς· τὰ δὲ τῆς μουσικῆς κηλήματα καὶ τῶν θεῶν θέλγει τὰς φρένας παρὰ τῇ σοφίᾳ τοῦ Ἀπόλλωνος καὶ τῶν εὐπλοκάμων Μουσῶν. a. ὅσσα δὲ μὴ πεφίληκε: τοῦτο εἶπεν, ἵνα ὦσιν οἱ ἀκροαταὶ ἕτοιμοι πρὸς τὴν ἀκρόασιν. b. τουτέστιν ὅσα δὲ μήτε κατὰ γῆν, μήτε κατὰ τὴν ἄπειρον θάλασσαν φιλεῖ ὁ Ζεύς, ἀποστρέφεται τὴν ᾠδὴν τῶν Μουσῶν. a. ἐν αἰνᾷ Ταρτάρῳ: πάλιν κατὰ τὸ ἴδιον ἔθος θηλυκῶς τὴν Τάρταρον προήγαγεν, ὡς καὶ τὴν Ἰσθμόν. καὶ τὸ Τυφώς· | ἔδει γὰρ ὁ Τυφών. Ὅμηρος (B 782) ἑτέραν εὐθεῖαν οἶδεν, ὁ Τυφωεύς· Τυφωέϊ γαῖαν ἱμάσσῃ. b. ἀπὸ κοινοῦ, ἀτύζεται καὶ οὗτος. c. ὁ δὲ νοῦς· ἀποστρέφεται τὴν μουσικὴν ὁ Τυφὼν ὁ ἐν τῷ Ταρτάρῳ κείμενος. a. ἑκατοντακάρανος: οὐκ ἀριθμητικῶς, ἀλλ᾿ ἀντὶ τοῦ πολυκέφαλος. b. τόν ποτε Κιλίκιον: ὅν ποτε, τὸν Τυφῶνα, ἔθρεψε μὲν τὸ ἐν Κιλικίᾳ πολυθρύλλητον σπήλαιον, νῦν δὲ αἱ τῆς Κύμης ὄχθαι καὶ ἡ Σικελία τὰ δασέα αὐτοῦ στήθη πιέζει. c. ἄλλως· τόν ποτε Κιλίκιον θρέψε: στασιάζεται ἡ περὶ τοῦ Τυφῶνος ἱστορία. οἱ μὲν γὰρ αὐτὸν ὄρει τῆς Βοιωτίας ὑποκεῖσθαι ἔφασαν, καὶ ὥς εἰσιν αὐτόθι πυρὸς ἀναδόσεις· οἱ δὲ ἐν Φρυγίᾳ· ἕτεροι ἐν Λυδίᾳ. Ἀρτέμων δέ τις ἱστορικὸς (FHG IV p. 341) πιθανώτερον λογοποιεῖ. καθάπαξ γάρ φησι πᾶν ὄρος ἔχον πυρὸς ἀναδόσεις ἐπὶ Τυφῶνι καίεσθαι. ἔστι δὲ τὸ πιθανὸν ἐξ αὐτῆς τῆς τοῦ ὀνόματος ἱστορίας· τύφειν γἀρ τὸ καίειν. | ὁ δὲ Πίνδαρός φησι τὸν Τυφῶνα ἐν Κιλικίᾳ τεθράφθαι, ὡς καὶ Ὅμηρος (B 783)· εἰν Ἀρίμοις, ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς· ὑποκεῖσθαι δὲ τῷ ὄρει καὶ αὐτόθι πυρὸς κρατῆρας καὶ τοὺς ἀναδιδομένους πρηστῆρας. d. τὸ ἑξῆς· ἑκατοντακάρηνος ὁ Τυφὼς πολέμοις τῶν θεῶν. πολυώνυμον: ἀντὶ τοῦ πολυθρύλλητον διὰ τὸ ἀνατραφῆναι ἐν αὐτῷ τὸν Τυφῶνα. a. ταί θ᾿ ὑπὲρ Κύμας: Κύμη νῆσος παρακειμένη τῇ Σικελίᾳ. ἔστι δὲ καὶ ἑτέρα τῶν Αἰολέων. φαίνεται δὲ οὐχ ἡ Κύμη πῦρ ἀναδιδοῦσα, ἀλλ᾿ ἡ καλουμένη Προχύτη, ἣν καὶ Πιθηκούσσας ὀνομάζουσι. συμβαίνουσι γὰρ αὐτόθι κυμάτων ἐξαισίων κινήσεις καὶ ἀνέμων σφοδροτάτων ἐπίπνοιαι καὶ πρηστήρων ἐπιφάνειαι καὶ πυρὸς καταφλέξεις, ὡς μυθολογεῖσθαι ὑποκεῖσθαι τὸν Τυφῶνα. b. ἁλιερκέες ὄχθαι: ἤτοι αἱ τὴν ἄλα ἕρκος ἔχουσαι, ἢ τῆς ἁλὸς αὐταὶ ἕρκος οὖσαι, διὰ τὸ μὴ συγχωρεῖν ἐπίπροσθεν φέρεσθαι τὰ κύματα. a. κίων δ᾿ οὐρανία: ἡ Αἴτνη τὸ ὄρος, ἣν οὕτω διὰ τὸ ὕψος ὠνόμασεν ὑποστηρίζουσαν τὸν οὐρανόν. b. ὁ δὲ νοῦς· ἡ δὲ οὐρανία κίων συνέχει τὸν Τυφῶνα, ἡ κατὰ πᾶσαν ὥραν ἔτους χιονιζομένη καὶ τῆς ὀξείας χιόνος τροφὸς οὖσα, ἡ Αἴτνη. a. πάνετες: τὸ πάνετες ἀμφίβολον· ἤτοι γὰρ διαπαντὸς συνέχει τὸν Τυφῶνα ἡ Αἴτνη καὶ δι᾿ αἰῶνος, ἢ τῷ ἑξῆς συναπτέον ὀξείας χιόνος τιθήνα, ἵν᾿ ἦ, δι᾿ ἔτους ἀεὶ τιθηνουμένη τὴν χιόνα. 39G b. ἄλλως· οὐ κατὰ παντός, ἀλλὰ κατὰ πᾶσαν ὥραν ἔτους, ἵνα εἰς ὑπερβολὴν ἄρῃ τὸν λόγον, λέγων καὶ χειμῶνι καὶ θέρει χιονίζεσθαι τὴν Αἴτνην. 40G χιόνος ὀξείας: ἤτοι παρὰ τὴν πυκνότητα τῆς καταφορᾶς, ἢ παρὰ τὴν ψυχρότητα, ὅτι οἱ ἐφαπτόμενοι ὅμοιόν τι πάσχουσι τοῖς κεντουμένοις. ἀπλάτου: ἢ ἀπροσπελάστου ἢ πολλοῦ. a. πυρὸς ἁγνόταται: ἁγνότατον τὸ πῦρ φησιν, ὅτι ἁγνιστικόν ἐστιν, ἢ καὶ παρὰ τὸ θεῖον τὸ αὐτόθι γινόμενον, ᾧ καθαίρομεν, ὡς καὶ Ὅμηρος (χ 482)· ὄφρα θεειώσω μέγαρον. τῇ δὲ τροπῇ ἐπιμένει διόλου πυρὸς ποταμοὺς καὶ πηγὰς λέγων διὰ τὴν ἄγαν τοῦ πυρὸς ἀνάδοσιν. b. ὁ δὲ νοῦς· ἧστινος Αἴτνης ἀναφυσῶνται καὶ ἀναδίδονται ἐκ τῶν μυχῶν ἀπροσπελάστου πυρὸς πηγαί· οἱ δὲ ποταμοὶ τοῦ πυρὸς ἐν ἡμέρᾳ ῥοῦν καὶ φορὰν προχέουσι καπνοῦ ἤτοι μέλανα ἢ καυστικόν· ἐν δὲ τῇ νυκτὶ ἡ ξανθὴ τοῦ πυρὸς φλὸξ ἐκρήγνυσι τοῦ ὄρους τὰς πέτρας, καὶ εἰσκυλίει τῇ παρακειμένῃ θαλάσσῃ. πόντος τὸ πέλαγος. καὶ Ὅμηρος· ἐπ᾿ εὐρέα νῶτα θαλάσσης. a. Ἁφαίστοιο ἑρπετόν: ὁ Τυφών, παρόσον ἐξ αὐτοῦ ἢ δι᾿ αὐτὸν οἱ τοῦ πυρὸς ἀναδίδονται πρηστῆρες. b. κρουνοὺς δὲ τροπικῶς μέν φησιν ὡς ἐπὶ ποταμοῦ, ἐμφαίνει δὲ τὰς τοῦ πυρὸς ἀναφυσήσεις. c. ὁ δὲ νοῦς· ἐκεῖνο δὲ τὸ τοῦ Ἡφαίστου ἑρπετὸν κρουνοὺς πυρὸς δεινοτάτους ἀναδίδωσι, θαυμαστὸν μὲν ἰδεῖν, θαυμαστὸν δὲ καὶ τῶν παρόντων καὶ ἑωρακότων ἀκοῦσαι. γράφεται καὶ προσιδέσθαι. a. ἐν μελαμφύλλοις: τοῖς πολυδένδροις. ἡ γὰρ τῶν δένδρων πυκνότης βαθεῖαν ἀπεργάζεται τὴν ὕλην. b. ζητητέον δέ, πῶς φησι τὸν Πυθῶνα ἐνδεδῆσθαι ταῖς τῆς Αἴτνης κορυφαῖς, ὅν φησιν ὑπ᾿ αὐτῇ κεῖσθαι; ῥητέον δέ, ὅτι ὑπόκειται μὲν αὐτῷ τὸ ἔδαφος ὑπὸ τὸν νῶτον, ἐπίκειται δὲ τῷ στήθει ἡ Αἴτνη ὥσπερ δεσμὸς καὶ σχοινίον ἐν μέσῳ αὐτὸν συνέχουσα. a. χαράσσοισα: ἐπιξύουσα, ἐπινύσσουσα. b. ὁ νοῦς· τὸ ὑπεστρωμένον ἔδαφος, φησί, κεντρῶδες καὶ ἐπιξύει τὸν τοῦ Τυφῶνος νῶτον· τὸ δὲ κεντρώσεως αἴτιόν ἐστι τὸ τῆς Αἴτνης ἐπικείμενον βάρος. c. τὸ μὲν ἐπικεκλιμένον νῶτον κεντεῖ ἐπιξύουσα ἡ ὑποκειμένη τοῦ ἐδάφους κεντρώδης στρωμνή. a. εἴη Ζεῦ, τὶν εἴη ἁνδάνειν: ἐπειδὴ περὶ τοῦ Τυφῶνος λόγον ἐκίνησε καὶ τὰς τιμωρίας αὐτοῦ διεξῆλθεν, ὥσπερ φόβῳ διατεθεὶς πρὸς τὰ διηγήματα κατεύχεται τὸν Δία ἔχειν εὐμενῆ. b. ὁ δὲ νοῦς· εἴη σοι, φησίν, ὦ Ζεῦ, ἀρέσκειν, ὅστις τοῦτο τὸ ὄρος περιέπεις τὴν Αἴτνην, ἥ ἐστι τῆς εὐκάρπου Σικελίας πρόσωπον, ἤτοι διὰ τὸ ἐπιφανὲς ἢ διὰ τὸ ὕψος. τιμᾶται δὲ κατὰ τὸ ὄρος τῆς Αἴτνης ὁ Ζεύς.