Πινδάρου ἐπίνικοι Ὀλυμπιονίκαις. Ἱέρωνι Συρακουσίῳ κέλητι. Τῶν ἐν τοῖς ἐπινίκοις τοῖς ὑπὸ Πινδάρου γεγραμμένοις εἰς τοὺς Ὀλυμπιονίκας πρώτη ᾠδὴ ἐπῳδική ἐστι τριαδικὴ περικοπῶν δ΄. καὶ ἔστιν ἡ πρώτη στροφὴ καὶ ἀντίστροφος κώλων ιζ΄, ἡ δὲ ἐπωδὸς κώλων ιγ΄. τῆς στροφῆς καὶ ἀντιστρόφου τὸ α΄ Γλυκώνειον. τὸ Γλυκώνειον μέτρον, τὸ καὶ ἀντισπαστικὸν, ἐστὶ τετρασύλλαβον, συγκείμενον ἐκ βραχείας καὶ δύο μακρῶν καὶ βραχείας, οἷον Ἀρίσταρχος· ὠνόμασται δὲ διὰ τὸ οἷον ἀντεσπασμένον καὶ οἱονεὶ ἐναντίος διίαμβος εἶναι. τὸ β΄ Φερεκράτειον. τὸ γ΄ ἰθυφαλλικὸν λελυμένου τοῦ α΄ τροχαίου. τὸ δ΄ ἀναπαιστικὸν δίμετρον καταληκτικὸν εἰς συλλαβήν. τὸ ε΄ Εὐριπίδειον, τροχαικὸν δίμετρον καταληκτικὸν, ὅμοιον τῷ (Phoen. 239) · νῦν δέ μοι πρὸ τειχέων. τὸ ς΄ Φερεκράτειον ὅμοιον τῷ β΄. τὸ ζ΄ τροχαικὸν δίμετρον ὅμοιον τῷ ε΄. τὸ η΄ Φερεκράτειον λεῖπον μιᾷ συλλαβῇ. τὸ θ΄ ἰαμβικὸν δίμετρον ὑπερκατάληκτον, ὅ ἐστιν Ἀλκμανικόν. τὸ ι΄ τροχαικὴ περίοδος ἀπὸ ἰάμβου. τὸ ια΄ τροχαικὸν δίμετρον ἀκατάληκτον πλεονάζον τοῦ Εὐριπιδείου συλλαβῇ. τὸ ιβ΄ χοριαμβικὸν δίμετρον καταληκτικόν. τὸ ιγ΄ πενθημιμερὲς κοινὴν λύσιν ἔχον ἰαμβικοῦ καὶ τροχαικοῦ. τὸ ιδ΄ τροχαικὸν δίμετρον καταληκτικὸν Εὐριπίδειον ἑφθημιμερές. τὸ ιε΄ ἀντισπαστικὸν δίμετρον ἀκατάληκτον ἀπὸ δακτύλου τῆς ἰαμβικῆς ἀρξαμένης ἑπτασήμου. τὸ ις΄ περίοδος ἀπὸ ἰάμβου· καὶ καλεῖται βακχεῖος ἀπὸ τροχαίου. τὸ ιζ΄ ἰαμβικὸν τρίμετρον βραχυκατάληκτον. τῆς δὲ ἐπῳδοῦ κώλων ιγ΄ τὸ α΄ τροχαϊκὸν δίμετρον ἀπὸ ἰάμβου ὁμοίως τῷ ι΄ τῆς στροφῆς. τὸ β΄ χοριαμβικὸν δίμετρον ὑπερκατάληκτον. τὸ γ΄ ἀντισπαστικὸν δίμετρον ὑπερκατάληκτον τροχαικὸν πενθημιμερές. τὸ δ΄ ἐκ διμέτρου βραχυκαταλήκτου. τὸ ε΄ ἐπιωνικὸν τρίμετρον καταληκτικὸν, ὃ καὶ Φαλαίκειον. τὸ ς΄ ἀντισπαστικὸν τρίμετρον καταληκτικόν. τὸ ζ΄ ὅμοιον τῷ ἕκτῳ. τὸ η΄ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. τὸ θ΄ Ἱππωνάκτειον, ἰωνικὸν δίμετρον βραχυκατάληκτον. τὸ ι΄ ὅμοιον τῷ (Archil. fr. 94, 2) , τίς σὰς παρήειρε φρένας; τὸ ια΄ ἰωνικὸν παροξύτονον ἀκατάληκτον. τὸ ιβ΄ προσοδιακὸν ἐξ ἀντισπάστου καὶ ἰωνικοῦ . . . τὸ ιγ΄ χοριαμβικὸν δίμετρον καταληκτικόν. τὸ α΄ ἀντισπαστικὸν δίμετρον ἀκατάληκτον Γλυκώνειον. τὸ β΄ τροχαικὸν δίμετρον βραχυκατάληκτον ἰθυφαλλικόν. τὸ γ΄ χοριαμβικὸν δίμετρον καταληκτικὸν περαιούμενον εἰς ἰαμβικὴν ἢ βακχείαν κατακλεῖδα κατὰ τὴν παράδοσιν. τὸ δ΄ ἀναπαιστικὸν δίμετρον καταληκτικὸν, τὸ λεγόμενον παροιμιακόν. τὸ ε΄ ὅμοιον τῷ δευτέρῳ. τὸ ς΄ ὅμοιον τῷ αὐτῷ. τὸ ζ΄ τροχαικὸν δίμετρον καταληκτικὸν, Εὐριπίδειον ἢ ληκύθιον. τὸ η΄ τροχαικὸν μονόμετρον ὑπερκατάληκτον. τὸ θ΄ ἰαμβικὸν δίμετρον ὑπερκατάληκτον. τὸ ι΄ ἐπιωνικὸν ἀντισπαστικὸν δίμετρον καταληκτικὸν τοῦ ἰωνικοῦ ἀπὸ τροχαίου ἀρχομένου. τὸ ια΄ τροχαικὸν δίμετρον ἀκατάληκτον. τὸ ιβ΄ ὅμοιον τῷ τρίτῳ. τὸ ιγ΄ προκελευσματικὸν δίμετρον καταληκτικόν· ἐν οἷς ὅρα καὶ τὸ θαυμάσιον. ὁ τοιόσδε ῥυθμὸς ταχυτῆτι ἁρμόττει· ὅθεν καὶ προκελευσματικός. βλέπε τοίνυν τὸν σοφώτατον Πίνδαρον πῶς ἥλω ἐν οἷς τὸν τοιοῦτον ῥυθμὸν εὔσημον διὰ τοῦ λόγου ἀποκαθίστησιν, ἐν τῇ ἐννοίᾳ ταχυτῆτα κατωρθωκὼς ἐν οἷς λέγει· ὅθεν ὁ πολύφατος, διὰ τὸ τῆς φήμης ταχύ· καὶ, νόον ὑπὸ γλυκυτάταις, διὰ τὸ τοῦ νοὸς ὀξυκίνητον· καὶ, ὁπότ᾿ ἐκάλεσε πατὴρ, διὰ τὸ τῆς κλήσεως ταχύ· καὶ, ὕδατος ὅτι τε πυρὶ, διὰ τὸ τῶν στοιχείων εὐκίνητον, τοῦ μὲν ἀνωφεροῦς ὄντος, τοῦ δὲ κατωφεροῦς· καὶ πάλιν, μετὰ τὸ ταχύποτμον· καὶ, ἐμὲ δ᾿ ἐπὶ ταχυτάτων· καὶ, Πέλοπος ἵνα ταχυτής· καὶ ἐπὶ τούτοις τὸ, θεὸς ἐπίτροπος ἐὼν, διὰ τὴν καὶ ὑπὲρ ῥιπὴν ὀφθαλμοῦ ὀξυκινησίαν τοῦ θείου. τὸ ιδ΄ ὅμοιον τῷ ζ΄. τὸ ιε΄ ἔκ τε ἀντισπάστου καὶ α΄ παίωνος κατ᾿ ἀντιπάθειαν καὶ συλλαβῆς. τὸ ις΄ ἀντισπαστικὸν τρίμετρον καταληκτικὸν κατ᾿ ἀντιπάθειαν. τὸ ιζ΄ ἀντισπαστικὸν, Φαλαίκειον συλλαβῆς δεούσης. ἡ δὲ ἐπῳδὸς κώλων ιγ΄. τὸ α΄ παίων δεύτερος καὶ ἰαμβικὸν πενθημιμερές. τὸ β΄ ἰαμβικὸν πενθημιμερές. τὸ γ΄ ἀντισπαστικὸν ἑκατέρωθεν ἔχον τὰς ἰαμβικάς. ἐν δὲ τῷ εὐάνορος ἐκτείνει τὸ ρ. τὸ δέ γε κλέος, κοινὴ συλλαβή. τὸ δ΄ ἰαμβικὸν πενθημιμερὲς καὶ ἐφεξῆς τρεῖς ἴαμβοι· ὡς εἶναι τρίμετρον μιᾶς δεούσης μέσον συλλαβῆς. τὸ ε΄ παιωνικὸν τρίμετρον τοῦ μέσου ὄντος ἐπιτρίτου τρίτου, τοῦ δὲ τελευταίου βακχείου, ὃς εἶδός ἐστι τοῦ παιωνικοῦ. τὸ ς΄ ἀντισπαστικὸν τρίμετρον ἀκατάληκτον ταῖς ἰαμβικαῖς ἀναμεμιγμένον. τὸ ζ΄ ἰωνικὸν ἀπὸ μείζονος δίμετρον ὑπερκατάληκτον ἐπίμικτον πρὸς τὰς τροχαικάς. τὸ η΄ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. τὸ θ΄ ἰωνικὸν ἀπὸ μείζονος δίμετρον βραχυκατάληκτον. τὸ ι΄ ἰαμβικὸν δίμετρον Ἀνακρεόντειον. τὸ ια΄ ἰωνικὸν ἀπὸ μείζονος δίμετρον παρατετηρημένον· τὴν γὰρ πρώτην συζυγίαν ἀπὸ βραχείας ἀρχομένην ἐποίησεν. [ἤγουν παίωνα δεύτερον.] τὸ ιβ΄ ἐπιωνικὸν ἀπὸ μείζονος τρίμετρον καταληκτικὸν ἐξ ἀντισπάστου· τὴν δὲ κατακλεῖδα ἐκ τροχαίου καὶ τῆς ἀδιαφόρου. τὸ ιγ΄ χοριαμβικὸν δίμετρον καταληκτικὸν εἰς ἰαμβικὴν κατακλεῖδα περαιούμενον, τουτέστιν εἰς ἀμφίβραχυν ἢ βακχεῖον διὰ τὸ ἀδιάφορον τῆς τελευταίας. Ὑπόθεσις τῶν Ὀλυμπιονίκων. Inscr.a. Γέγραπται μὲν ὁ ἐπινίκιος Ἱέρωνι τῷ Γέλωνος ἀδελφῷ νικήσαντι ἵππῳ κέλητι τὴν ος΄ Ὀλυμπιάδα, ἢ ὡς ἔνιοι ἅρματι. ὁ δὲ αὐτὸς νικᾷ καὶ τὴν οζ΄ Ὀλυμπιάδα κέλητι, τῇ δὲ οη΄ Ὀλυμπιάδι τεθρίππῳ, ἐν ᾗ Ὀλυμπιάδι ἐτελεύτα. τὸ δὲ ὄνομα τοῦ νικῶντος ἵππου Φερένικός ἐστι· μέμνηται δὲ αὐτοῦ Βακχυλίδης γράφων οὕτως (V, 37) · ξανθότριχα μὲν Φερένικον Ἀλφεὸν παρ᾿ εὐρυδίναν πῶλον ἀελλοδρόμαν εἶδε νικάσαντα. ἦν δὲ Ἱέρων Δεινομένους παῖς· Δεινομένους δὲ παῖδες τέσσαρες· Γέλων Ἱέρων Πολύζηλος Θρασύβουλος· τὸ γένος τύραννος Συρακουσίων τῶν ἐπὶ Σικελίᾳ· υἱὸν δὲ ἔσχε Δεινομένη. νικήσας δὲ τὰ Ὀλύμπια ἀνεκήρυξεν ἑαυτὸν Συρακούσιον καὶ Αἰτναῖον, κτίσας τὴν παρακειμένην [πόλιν τῇ Σικελίᾳ] πόλιν Αἴτνην ὁμώνυμον τῷ ὄρει. b. ἄλλως. γέγραπται ὁ ἐπινίκιος Ἱέρωνι τῷ Γέλωνος ἀδελφῷ νικήσαντι ἵππῳ κέλητι τὴν ος΄ Ὀλυμπιάδα, ἢ ὡς ἔνιοι ἅρματι. συνέβη δὲ αὐτὸν νικήσαντα καὶ τὴν οη΄ Ὀλυμπιάδα ἐν ταύτῃ τελευτῆσαι. τὸ δὲ ὄνομα τοῦ νικῶντος ἵππου Φερένικός ἐστιν. μέμνηται δὲ αὐτοῦ Βακχυλίδης γράφων οὕτως· ξανθότριχα μὲν Φερένικον Ἀλφεὸν παρ᾿ εὐρυδίναν πῶλον ἀελλοδρόμον νικήσαντα.