<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg5031.tlg002.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg002.1st1K-grc1" n="91"><p rend="indent">Γρῆυν· τὸ πεπηγότα ἀφρὸν τοῦ γάλακτος ἀπγράισον, ἤτοι τὸ πεπηγὸς τοῦ γάλακτος ἀπογράισον, γραῦς δ’ ὁ ἐπὶ τοῦ γάλακτος γινόμενος πάγος, ἐπειδὴ ῥυτιδοῦται, ὥσπερ ταῖς γραυσὶ τὸ σῶμα συμβαίνει ῥυτιδοῦσθαι· τὸ ἐπιπολάζον τῷ γάλακτι, ὅ οἱ Σικελοὶ σῦφαρ καλοῦσιν, ἀφελοῦ, καὶ οὕτω τὸ γάλα δὸς πιεῖν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg002.1st1K-grc1" n="93"><p rend="indent">Χυλῷ ἐνὶ κλώθοντι· τῷ ὡς νῆμα κλωθομένῳ χυλῷ τῆς μαλάχης μετ’ οἴνου κόρεσον τὸν κακηπελέοντα, ἤτοι τὸν κακῶς ἔχοντα ἡ πάσχοντα.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg002.1st1K-grc1" n="95"><p rend="indent">Κελεύει κονίαν ἀπὸ τῶν κλημάτων πλύναντα καλαμίνῳ καλάθω διυλίζειν, καὶ μεθ’ ὕδατος θερμάναντα διδόναι πίνειν· δοκεῖ <pb facs="theriacaetalexip00nica_0457"/> γὰρ ἡ κονία ἤγουν ἡ τέφρα ἤτοι στακτὴ ἀπορρύπτειν ἀπὸ τῶν σωμάτων πᾶν τὸ περιπλασσόμενον τοῦ ψιμμυθίου τοῖς σπλάγχνοις· ῥύμμα δὲ τὸ σμῆγμα, τὸ κάθισμα, τὸν ῥύπον· φησὶ δὲ πλύνεσθαι τὴν τέφραν τὴν κληματίνην καὶ διηθεῖσθαι ἐν τοῖς κόλποις τοῦ νεοπλεκοῦς καλάθου διὰ τὴν ἰλύν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg002.1st1K-grc1" n="99"><p rend="indent">Σκλήρ’ ἀπὸ περσείης· γράφεται καὶ ξήρ’ ἀπὸ περσείης· ἐν τοῖς τῶν περσεῶν λέπεσιν· οἱ πολλοὶ ὀστέον καλοῦσιν· ἐστὶ δ’ ὅμοιον καρύῳ· Θεόφραστος οὖν ἐν τῷ τετάρτῳ τῶν φυτικῶν (<bibl xml:lang="lat">II. P. IV, 2, § 5</bibl>) κάρυον αὐτὸ προσηγόρευσε, κάρυα δὲ λέγονται ὅλα τὰ ξυλῶδες λέπος ἔχοντα. Περσείης δ′ εἶπε τὸ ἀρχαῖον ἀπὸ τοῦ Θεοδοσιακοῦ Νικάνδρου μεταγεγραμμένον.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg002.1st1K-grc1" n="101"><p rend="indent">Τῶν ἄλλων ἱστορούντων τὴν περσείαν καταφυτεῦσαι τὸν Περσέα ἐν Αἰγύπτῳ ὡς καὶ Καλλίμαχος· <quote type="blockquote"><lb/>καὶ τριτάτη Περσῆος ἐπώνυμος, ἧς ὀρόδαμνον <lb/>Αἰγύπτῳ κατέπηξεν·</quote> ὁ Νίκανδρός φησιν ἐν Μυκήναις καταφυτευθῆναι. Γονόεντα Μεδούσης· ἐπειδὴ ὁ αὐχὴν τῆς Μεδούσης Γοργόνος ἀποτμηθεὶς ἐγέννησε τὸν Χρυσάορα καὶ τὸν Πήγασον ἵππον, ὡς Ἡσίοδος (<bibl xml:lang="mul">Θεογ. 280 et 281</bibl>)· ἐκ γὰρ τοῦ αἵματος αὐτῆς οὗτοι ἐγένοντο.</p></div></div></body></text></TEI>