Ξηρὰ δέ· βήσσων διὰ χέλυος, τουτέστι τοῦ στήθους, τὴν ἀναφορὰν τῶν ἐρυγμάτων ποιεῖται ἄπαυστον· καὶ Ἱπποκράτης· ἀναχελύσσεται καὶ ἐρυγγάνει θαμινὰ πνεύματα· καὶ τῆς κιθάρας τὸ στῆθος χέλυς λέγεται. Χελλύσσεται· τὸ στῆθος πάσχει. Ἂλλως· χελλύσσεται, τουτέστι διὰ τὴν χέλυν τὴν ἀναφορὰν ποιεῖται βήσσων. Ἀβλεμὲς δ’ ἀντὶ τοῦ ἀδρανὲς, ὡς ἀπὸ τοῦ βλεμαίνω Ἄλην ἑτερειδέα· πλάνην ἀλλοειδῆ βλέπει, ἐνεργημάτων μὴ ὑποκειμένων φησὶν ὁρατικὴν φαντασίαν γίνεσθαι, δοκεῖ δὲ τοῖς ὀφθαλμοῖς ὁρᾷν φανταζόμενος μὴ ὑποκειμένων ἐνεργείᾳ τινῶν πραγμάτων. Ὑπναλέος· ἄλλοτε δ’ ὥσπερ κοιμώμενος ἀποψύχεται τὸ σῶμα καὶ ψυχροῦται ὅλος καταβαρούμενος ὕπνῳ, τῷ καμάτῳ δ’ εἴκων ὑποδάμναται. Πρημαδίης· πρημαδίη καὶ ὀρχὰς καὶ μυρτίνη εἴδη ἐλαιῶν εἰσιν, οὐδὲν δὲ διαφέρει ἐκ τούτων λαμβάνειν τὸ ἔλαιον, ἢ ἐξ ὁποίας ποτέ· οἱ γοῦν περὶ τούτων πεπραγματευμένοι ψιλῶς ἀντὶ τοῦ φανερῶς παραγγέλλουσιν. Εἶαρ ὑπὸ τῶν νεωτέρων τὸ αἷμα, τὸ λίπος· καὶ Καλλίμαχος ἐλαίας τὸ αἶμα τὸ δαῦον εἶπεν· πολλάκι δ’ ἐκ λύχνου πῖον ἔλειξαν ἔαρ. καὶ ἡ μυρτίνη ἥδ’ ἐλαία ἐστὶ βραχὺν ἔχουσα καρπόν.