Καί τε βοός· καὶ μοσχαρίου κρέατα ἑψήσας περισφριγῶντος καὶ περιπλήθοντος τῷ λίπει πλήρωσον τὸ ποτὸν τοῦ ζωμοῦ· καθ’ ὑπερβολὴν γὰρ ὁ τοιοῦτος ζωμὸς ὠφελεῖ. Βλασάμοιο· βαλσάμου φησὶ τὸν ὀπὸν δεῖ πίνειν μετὰ γάλακτος γυναικείου ἢ μεθ’ ὕδατος. Θηλυτέρης πώλοιο· πρωτοτόκου γυναικός οὐ γὰρ ἵππου πάντως φησίν· ὅτι δὲ χρήσιμον τὸ γυναικεῖον γάλα, καὶ Ἑρασίστρατος μαρτυρεῖ ἐν τῷ περὶ θανασίμων. Τὸ δ’ ἑξῆς· ἐν ταῖς σταγόσι τοῦ βαλσάμου ποτὸν χέας γάλακτος θηλυτέρας πώλου, ἤτοι τῆς ἀνθρώπου. Χεύῃ· προεμέσῃ, πιὼν τούτων ἑκάτερον, προσφερόμενον χρησίμως οὐχ ἁπλῶς, ἀλλὰ μετὰ τὸ ἐμέσαι. Παναεργέα δ ἀργὸν, ἀνέψητον, ἀδιέργαστον, ἀδιάπεπτον. Δερκευνέος δὲ τοῦ ὁρῶντος ἐν τῷ κοιμᾶσθαι· τοῦ δερκευνέος φησὶ σκίνακος, ὅ ἐστι τοῦ σκιρτητικοῦ λαγωοῦ, τοῦ ἐν τῷ κοιμᾶσθαι βλέποντος, καθάπερ ὁ λέων καὶ ὁ ὄφις.