<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg5031.tlg002.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg002.1st1K-grc1" n="5"><p rend="indent">Ἅ τε φῶτας· ἔδει εἰπεῖν αἵτινες, αἱ πόσιες, ὁ δ’ ἐπὶ τὸ ὁμώνυμον οὐδετέρως μετῆλθεν Ὁμηρικῶς· πρὸς τὰ φάρμακα γὰρ τὰ φθοροποιὰ ἔφη τὰ ἀλεξιτήρια τῶν φαρμάκων εἴποιμι.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg002.1st1K-grc1" n="6"><p rend="indent">Πολυστροίβοιο δὲ τῆς πολυταράχου παρὰ τὸ στροβεῖν τὰς ναῦς, ὅ ἐστι ταράσσειν, κατὰ παρένθεσιν τοῦ ι πολυστρόφου, τῆς πολλὰς στροφὰς ἐούσης.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg002.1st1K-grc1" n="7"><p rend="indent">Ἄρκτον ὑπ’ ὀμφαλόεσσαν· ἀρκτικωτέρα γὰρ ἡ Κύζικος τῆς Κολοφῶνος, ὀμφαλὸν δὲ καλεῖ τὸν βόρειον πόλον, ὡς μεσαίτατον, ἢ αὐτὴν τὴν ἄρκτον διὰ τὸν παρακείμενον αὐτῇ τῶν ἄστρων χορόν· ὀμφαλόεσσα εἴρηκε διὰ τὸ μέσον τοῦ βορείου κεῖσθαι. Τινὲς δ’ ἐπειδὴ δοκεῖ ὁ κατὰ τὰς ἄρκτους τόπος εὐβοτώτατος, ὀμφαλόεσσαν εἰρῆσθαί φασι τὴν τροφώδη· ὀμφαλὸς γὰρ ἀπὸ τῆς ὄμπνης εἴρηται, ὅ ἐστι τροφὴ, ἀφ’ οὐ καὶ ἡ Δημήτηρ ὀμπνία, ἄλλοι δὲ τὴν Κρητικήν· Ὀμφαλὸς γὰρ τόπος ἐν Κρήτῃ, ὡς καὶ Καλλίμαχος (<bibl xml:lang="lat">Hymn. in Jovem 44</bibl>)· <quote type="blockquote"><lb/>πέσε, δαῖμον, ἀπ’ ὀμφαλὸς, ἔνθεν ἐκεῖνο <lb/>Ὀμφάλιον μετέπειτα πέδον καλέουσι Κύδωνες.</quote> <pb facs="theriacaetalexip00nica_0452"/></p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg002.1st1K-grc1" n="8"><p rend="indent">Λοβρίνης θαλάμαι· τόποι ἱεροὶ ὑπόγειοι, ἀνακείμενοι τῇ Ῥέᾳ, ὅπου ἐκτεμνόμενοι τὰ μήδεα κατετίθεντο οἱ τῷ Ἄττει καὶ τῇ Ῥέᾳ λατρεύοντες, εἰσὶ δὲ τὰ Λόβρινα ὄρη Φρυγίας ἢ τόπος Κυζίκου· δύο γὰρ ὂρη εἰσὶν ἐν Κυζίκῳ, Δίνδυμον καὶ Λόβρινον. Λοβρίνης· οὕτω καλεῖται ἡ Ῥέα ἀπὸ τοῦ ὄρους τῆς Κυζίκου, ὁ καλεῖται Λόβρινον, ὅπου ἱερόν ἐστι τῆς Ῥέας. Ἂττεω· ἱστορεῖται, ὅτι ποιμὴν ἦν Φρὺξ ὁ Ἂττης, ποιμαίνων δὲ καὶ ὑμνῶν τὴν μητέρα τῶν θεῶν ἐφιλήθη ὑπ’ αὐτῆς, καὶ δὴ φαινομένη πολλάκις τιμῆς αὐτὸν ἠξίωσεν, ὁ Ζεὺς δ’ ἐπὶ τούτῳ δυσανασχετῶν ἀνεῖλεν αὐτὸν οὐ φανερῶς δι’ αἰδῶ τῆς μητρὸς, ἀλλὰ σῦν ἄγριον πέμψας, ἡ δὲ κατολοφυρομένη αὐτὸν ἔθαψεν, οἱ δὲ Φρύγες κατὰ τὸ ἔαρ θρηνοῦσιν αὐτόν. Ὥσπερ δ’ ἀπὸ τοῦ Ἂλτης Ἂλτεω, οὕτω καὶ ἀπὸ τοῦ Ἄττης Ἄττεω, ἡ ὡς ἀπὸ περισπωμένου, ὥσπερ Ἑρμῆς Ἑρμέω</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg002.1st1K-grc1" n="9"><p rend="indent">Κρεούσης τῆς Ἐρεχθέως καὶ Ἀπόλλωνος Ἴων, ἀφ’ οὗ Ἴωνες οἱ Αθηναῖοι καὶ Ἱάδες πολλαὶ πόλεις, ἡ δὲ Κολοφὼν τῆς Ἰωνίας.</p></div></div></body></text></TEI>