Ἅ τε φῶτας· ἔδει εἰπεῖν αἵτινες, αἱ πόσιες, ὁ δ’ ἐπὶ τὸ ὁμώνυμον οὐδετέρως μετῆλθεν Ὁμηρικῶς· πρὸς τὰ φάρμακα γὰρ τὰ φθοροποιὰ ἔφη τὰ ἀλεξιτήρια τῶν φαρμάκων εἴποιμι. Πολυστροίβοιο δὲ τῆς πολυταράχου παρὰ τὸ στροβεῖν τὰς ναῦς, ὅ ἐστι ταράσσειν, κατὰ παρένθεσιν τοῦ ι πολυστρόφου, τῆς πολλὰς στροφὰς ἐούσης. Ἄρκτον ὑπ’ ὀμφαλόεσσαν· ἀρκτικωτέρα γὰρ ἡ Κύζικος τῆς Κολοφῶνος, ὀμφαλὸν δὲ καλεῖ τὸν βόρειον πόλον, ὡς μεσαίτατον, ἢ αὐτὴν τὴν ἄρκτον διὰ τὸν παρακείμενον αὐτῇ τῶν ἄστρων χορόν· ὀμφαλόεσσα εἴρηκε διὰ τὸ μέσον τοῦ βορείου κεῖσθαι. Τινὲς δ’ ἐπειδὴ δοκεῖ ὁ κατὰ τὰς ἄρκτους τόπος εὐβοτώτατος, ὀμφαλόεσσαν εἰρῆσθαί φασι τὴν τροφώδη· ὀμφαλὸς γὰρ ἀπὸ τῆς ὄμπνης εἴρηται, ὅ ἐστι τροφὴ, ἀφ’ οὐ καὶ ἡ Δημήτηρ ὀμπνία, ἄλλοι δὲ τὴν Κρητικήν· Ὀμφαλὸς γὰρ τόπος ἐν Κρήτῃ, ὡς καὶ Καλλίμαχος ( Hymn. in Jovem 44 )· πέσε, δαῖμον, ἀπ’ ὀμφαλὸς, ἔνθεν ἐκεῖνο Ὀμφάλιον μετέπειτα πέδον καλέουσι Κύδωνες. Λοβρίνης θαλάμαι· τόποι ἱεροὶ ὑπόγειοι, ἀνακείμενοι τῇ Ῥέᾳ, ὅπου ἐκτεμνόμενοι τὰ μήδεα κατετίθεντο οἱ τῷ Ἄττει καὶ τῇ Ῥέᾳ λατρεύοντες, εἰσὶ δὲ τὰ Λόβρινα ὄρη Φρυγίας ἢ τόπος Κυζίκου· δύο γὰρ ὂρη εἰσὶν ἐν Κυζίκῳ, Δίνδυμον καὶ Λόβρινον. Λοβρίνης· οὕτω καλεῖται ἡ Ῥέα ἀπὸ τοῦ ὄρους τῆς Κυζίκου, ὁ καλεῖται Λόβρινον, ὅπου ἱερόν ἐστι τῆς Ῥέας. Ἂττεω· ἱστορεῖται, ὅτι ποιμὴν ἦν Φρὺξ ὁ Ἂττης, ποιμαίνων δὲ καὶ ὑμνῶν τὴν μητέρα τῶν θεῶν ἐφιλήθη ὑπ’ αὐτῆς, καὶ δὴ φαινομένη πολλάκις τιμῆς αὐτὸν ἠξίωσεν, ὁ Ζεὺς δ’ ἐπὶ τούτῳ δυσανασχετῶν ἀνεῖλεν αὐτὸν οὐ φανερῶς δι’ αἰδῶ τῆς μητρὸς, ἀλλὰ σῦν ἄγριον πέμψας, ἡ δὲ κατολοφυρομένη αὐτὸν ἔθαψεν, οἱ δὲ Φρύγες κατὰ τὸ ἔαρ θρηνοῦσιν αὐτόν. Ὥσπερ δ’ ἀπὸ τοῦ Ἂλτης Ἂλτεω, οὕτω καὶ ἀπὸ τοῦ Ἄττης Ἄττεω, ἡ ὡς ἀπὸ περισπωμένου, ὥσπερ Ἑρμῆς Ἑρμέω Κρεούσης τῆς Ἐρεχθέως καὶ Ἀπόλλωνος Ἴων, ἀφ’ οὗ Ἴωνες οἱ Αθηναῖοι καὶ Ἱάδες πολλαὶ πόλεις, ἡ δὲ Κολοφὼν τῆς Ἰωνίας.