Ὁρόγκοις δὲ τοῖς μετεώροις τόποις ἀπὸ τοῦ τοὺς ὀρεινοὺς τόπους ὄγκους ἔχειν, ἢ τοῖς τόποις τοῖς ἐξοχὰς ἔχουσιν. Ἐντεῦθεν δὲ λέγονται τὰ βοηθήματα καὶ ἀντίδοτα τοῦ ἀκονίτου. Τῷ καί που τιτάνοιο· πάρεστιν ἐπὶ τὰ βοηθήματα τοῦ ποτίσματος τοῦ ἀκονίτου, καί φησι δράκα κονίας ἀσβέστου μιγνυμένην οἲνῳ βοηθήσειν τῷ πεπωκότι· τίτανος γὰρ ἡ ἄσβεστος. Ὅτε νέκταρ κιρρόν· ὅτ’ οἶνον πυρρὸν ἐν τρυβλίῳ μετρηδὸν ἀντὶ τοῦ μετρήσας ἀφύσσῃς. Θάμνου δ’ ἤτοι τοῦ θαμνώδους ἢ τοῦ θαμνώδη φύλλα ἔχοντος· καυλέα δὲ κλῶνας. Χλοεροῦ πρασίοιο· τρία γένη εἰσὶ τοῦ πρασίου, δηλοῖ δὲ, τὸ ποῖον βούλεται λέγειν· φησὶν οὖν τὸ μελίφυλλον, ἐστὶ δὲ τοῦτο πικρὸν, οὗ τὰ φύλλα σὺν οἲνῳ ἔψησον, πληρώσας τὴν χεῖρα· ἡ ἀβροτόνου, καὶ ποτήριον πληρώσας δὸς πιεῖν.