Ἀγριόεσσαν ὀπώρην νῦν τὴν σταφυλὴν λέγει ἀντὶ τοῦ ἀγριοποιόν, ἐπειδὴ ὁ οἶος ἀγριοποιός ἐστι, καθάπερ λέγεται ἡ ἀγρία καὶ ὀρεινή Ὑποθλίψαντες δ’ ἤγουν ἐκπιέσαντες τὴν σταφυλὴν οἱ Σιληνοί, οὗτοι δ’ οὓς ἡμεῖς Σατύρους λέγομεν οἱ ἀρχαῖοι Σιληνοὺς ἐκάλουν ἀπὸ τοῦ σιλλαίνειν, ὅ ἐστι λοιδορεῖν, γράφεται δὲ διὰ τοῦ ι. Κεραοῖο, ὅτι οἱ ἀρχαῖοι κέρασιν ἐχρῶντο ἐν τῇ πόσει ἀντὶ ποτηρίων, ὅθεν καὶ τὸ κεράσαι εἴρηται· ἢ διὰ τὸ ταυρωτικὸν τῶν πινόντων, τουτέστι τὴν ἀπὸ τοῦ οἴνου ἰσχὺν, ὡς κέρατα ἐχόντων, ὁ δὲ Διόνυσος καὶ ταυρόκερως λέγεται. Θωρηχθέντες ἀντὶ τοῦ μεθυσθέντες· καὶ Ἱπποκράτης τὴν οἰνοποσίαν θώρηξιν εἴρηκεν ( Aphor. II 21 et saepius alibi ). Νυσαίην ἀνὰ κλιτύν· ἤγουν ἀνὰ κλιτὺν τοῦ Νυσαίου ὄρους. Ὡς οἵγε σκοτόωσιν· οὕτω φησὶ καὶ οἱ βεβρωκότες τὸ ἀκόνιτον διατίθενται ἔκφρονες.