<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg5031.tlg002.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg002.1st1K-grc1" n="19"><p rend="indent">Δύῃ· τῇ ταλαιπωρίᾳ δὲ τοῦ πάθους τὸ τῆς καρδίας ἄκρον ὑποδάκνεται. Ἄκρον νειαίρης· τῆς κοιλίης τῆς κατωτάτω, κατὰ τὸ ἄκρον καὶ ἄκλειστον στόμα τῆς νειαίρης γαστρὸς ἀειρόμενον τὸ φάρμακον, στόμα δὲ γαστρὸς ὁ στόμαχος, ποιητικῶς δ’ ἐξέφρασεν· ἡ δὲ κάκωσίς φησιν ἐπιτίθεται τῷ στόματι τῆς κοιλίας, ὁ δὴ διὰ παντὸς ἀνεῳργός ἐστιν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg002.1st1K-grc1" n="21"><p rend="indent">Τεύχεος· τοῦ στόματος τῆς κοιλίας, ἢν οἱ μὲν καρδίαν καλοῦσιν, οἱ δὲ δοχεῖον τῶν ἐντέρων τῆς βρώσεως, λέγει δὲ τὸ κῶλον.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg002.1st1K-grc1" n="22"><p rend="indent">Πύλη δ’ ἐπικέκλιται· ἐμπέφρακται τῶν παχέων ἐντέρων ἡ εἴσοδος· τοῦτο γάρ φησιν, ὅτι φράττεται τὰ δοχεῖα μέρη τῶν σιτίων διὰ τὴν ἀλγηδόνα.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg002.1st1K-grc1" n="24"><p rend="indent">Νοτέων ὑπολείβεται ἱδρώς· παρακολουθεῖ δ’ ἀεὶ τοῖς τὸ ἀκόνιτον πεπωκόσιν ἐκ τῶν βλεφάρων καὶ τῶν μελῶν ὑγρὰ ὑπόσταξις, ἡ δὲ γαστὴρ πνευματουμένη καὶ ταρασσομένη τὰ μὲν πολλὰ τῶν πνευμάτων ἄνωθεν ἐκβάλλει, τὰ δὲ λοιπὰ κάτω πέμπει, ἅτινα κατὰ τὸν ὀμφαλὸν ἱδρυνθέντα ἐμφράσσει τὴν κοιλίαν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg002.1st1K-grc1" n="27"><p rend="indent">Κράατι δ’ ἐν βάρος· πνευμάτωσις δὲ πολλὴ καὶ βάρος κεφαλῆς καὶ κροτάφων παλμός. Διπλόα δ’ ἀντὶ τοῦ διπλὰ ὁρᾷ, οἷα συμβαίνει τοῖς ἐσκοτωμένοις τῇ μέθῃ· οὕτω φησὶ βαρεῖται υπὸ τοῦ φαρμάκου ὁ πιὼν αὐτὸ, ὡς ἀνὴρ κραιπαλῶν.</p></div></div></body></text></TEI>