<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg5031.tlg002.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg002.1st1K-grc1" n="111"><p rend="indent">Ὁ νοῦς οὗτος· ὅπως φησὶ τὰ μὲν ἐμέσῃ, τὰ δὲ πέψη, ἐκλυθεὶς <pb facs="theriacaetalexip00nica_0458"/> ἐν ἑψητοῖς ὕδασι, τουτέστι λουτροῖς· ὅτε γὰρ ὑγρανεῖ τὸ σῶμα ὁ ἱδρὼς, τουτέστι μετὰ τὸ ἱδρῶσαι αὐτὸν εἰς τὸ προμάλακτον, ἵνα εὐθέως ἐμβαίνῃ εἰς τὴν ἔμβασιν, καὶ χρονίσῃ, μέχρις ὅτου ἐκλυθῇ καὶ διαπέψῃ.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg002.1st1K-grc1" n="115"><p rend="indent">Κανθαρίδος· κανθαρίδες εἰσὶ τὰ κοπροφόρα καὶ σιτοφθόρα ζῶα οἱ λεγόμενοι κάνθαροι, ὧν ἡ μὲν ὀσμὴ ὁμοία ἐστὶ πίσσῃ χυτῇ, ὅ ἐστι τῷ ὑγροπίσσῳ, ἡ δὲ γεῦσις κεδρίσιν· μηδαμῶς οὖν φησιν ἐκεῖνο τὸ ποτὸν δέξαιο· τὰ ψήγματα δὲ τῆς κέδρου κεδρία λέγει κάρφη.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg002.1st1K-grc1" n="119"><p rend="indent">Ἀντὶ τοῦ ποτὲ μὲν δηγμὸν ποιοῦσιν ἐπὶ τῷ διύγρῳ ποτῷ ποθέντι τῷ χείλει, ποτὲ δὲ περὶ τὰ νείατα καὶ ἔσχατα τῆς γαστρὸς, τουτέστι περὶ τὸ στόμα αὐτῆς, ἤγουν περὶ τὸν στόμαχον· οἱ μὲν οὖν στόμαχον, ἄλλοι δὲ πύλην, ἄλλοι δὲ δοχεῖον βρωμάτων τὴν γαστέρα ὀνομάζουσιν· ἐκ δὲ τοῦ στόμια κατὰ συγκοπὴν γίνεται στόμα, ὡς μηρία μηρά.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg002.1st1K-grc1" n="123"><p rend="indent">Χόνδρος· τοῦ στομάχου ἔντερον, ὅθεν καὶ ὑποχόνδριά φαμεν, ἢ μέρος τοῦ θώρακος, μεθ’ ὁ τὰ ὑποχόνδρια· ἀπὸ κοινοῦ δὲ τὸ δάκνεται.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg002.1st1K-grc1" n="124"><p rend="indent">Ἄλη δέ φιν· τό φιν παρέλκει· περιφραστικῶς δ’ ἤθεα φωτὸς ἀντὶ τοῦ τὸν φῶτα, ὅ ἐστι τὸν ἄνδρα.</p></div></div></body></text></TEI>