<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg5031.tlg002.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg002.1st1K-grc1" n="103"><p rend="indent">Μύκης κυρίως τὸ ἄκρον τοῦ ξίφους, τὸ κατακλεῖον τὴν θήκην Ἂλλως· ἀπὸ τοῦ μύκητος τοῦ ξίφους φησὶ πεσόντος ὠνομάσθαι τὰς Μυκήνας, τινὲς δ’ ἀφ’ ἡρωίδος Νύμφης, ἧς μέμνηται καὶ Ὅμηρος (<bibl xml:lang="mul">Od. β 120</bibl>)· <quote type="blockquote">Τυρώ τ’ Ἀλκμήνη τε ἐυστέφανός τε Μυκήνη·</quote> Λάγγεια δὲ κρήνη τοῦ Ἄργους. Διὸς παιδὶ τῷ Περσεῖ· ζητῶν δὲ τὴν λαβὴν τοῦ ξίφους περιέτυχε τῇ πηγῇ.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg002.1st1K-grc1" n="106"><p rend="indent">Ἀκοσταῖς, πεφρυγμέναις κριθαῖς, βούλεται δὲ τὴν ἐκ κριθῆς πτισάνην λέγειν· ἀκοσταῖς οὐν ταῖς κριθαῖς παρὰ τὸ ἄκος ποιεῖν τοῖς νοσοῦσι πινομέναις, ὅθεν καὶ τὸ ἀκοστήσας, οἷον κριθιάσας, ἡ ἴαμα τῆς στάσεως εὑρών.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg002.1st1K-grc1" n="107"><p rend="indent">Γερραίης δὲ τῆς Ἀραβικῆς· Γέρρα γὰρ πόλις τῆς Ἀραβίας. Λιβάνοιο χύσιν, ἐπεὶ περίκειται τοῖς κλάδοις τὸ δάκρυον τῆς λιβάνου.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg002.1st1K-grc1" n="108"><p rend="indent">Καρύης δ’ οἱ μὲν τῆς καθ’ ἡμᾶς λεγομένης, οἱ δ’ ἄλλου τινὸς δένδρου ξυλολεπῆ φέροντος καρπόν· κάρυον δ’ ὁμωνύμως λέγεται καὶ τὸ δένδρον καὶ ὁ καρπὸς, ὥσπερ ἐλαία τό τε κότινον καὶ τὸ ἐσθιόμενον.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg002.1st1K-grc1" n="109"><p rend="indent">Πτελέης· ἀπὸ κοινοῦ τὸ δάκρυον· ὀσχοφόροι δὲ λέγονται Ἀθήνησι παῖδες ἀμφιθαλεῖς ἁμιλλώμενοι κατὰ φυλὰς, οἳ λαμβάνοντες κλήματα ἀμπέλου ἐκ τοῦ ἱεροῦ τοῦ Διονύσου ἔτρεχον εἰς τὸ τῆς Σκιράδος Ἀθηνᾶς ἱερὸν, νῦν δ’ ὁ Νίκανδρος ὄσχας λέγει τὰ τῆς πτελέας κλήματα. Ὂσχαι κυρίως οἱ κλάδοι τῆς ἀμπέλου, νῦν δὲ καταχρηστικῶς καὶ ἐπὶ τῆς πτελέας εἶπε τοὺς κλάδους ὄσχας. Κόμμι δὲ τὸ κομμίδιον· οὕτω γάρ ἐστιν ἡ σύστασις αὐτοῦ, ὡς κόμμεως.</p></div></div></body></text></TEI>