<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg5031.tlg002.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg002.1st1K-grc1" n="0"><pb facs="theriacaetalexip00nica_0451"/><p rend="indent">Τὸ ποίημα οἱ μὲν ἐπιγράφουσι περὶ θανασίμων φαρμάκων, οἱ δ’ ἀντιφάρμακα, ἄλλοι δ’ ἀλεξιφάρμακα· καὶ γὰρ αὐτός φησιν ὁ Νίκανδρος (4) <quote type="blockquote">ῥεῖά κέ τοι ποσίεσσιν ἀλέξια φαρμακοέσσαις.</quote></p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg002.1st1K-grc1" n="1"><p rend="indent">Εἰ καὶ μὴ σύγκληρα. Νίκανδρός ἐστίν ὁ λέγων Κολοφώνιος Πρωταγόρᾳ Κυζικηνῷ, ὁ δὲ νοῦς· εἰ καὶ μὴ σύνεγγυς ἔχομεν τοὺς κλήρους τῶν πόλεων ἐπὶ τῆς Ἀσίας, ἀλλὰ τό σοι προσφωνεῖν οὐκ ἀνοίκειον ἡγοῦμαι. Δήμους δὲ λέγει τὰ ἀθροίσματα τῶν τε προγόνων καὶ τῶν κτιστῶν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg002.1st1K-grc1" n="2"><p rend="indent">Τύρσεις δεῖ ἀκούειν τὰς πόλεις, ἀλλ’ οὐ τὰς ἐπάλξεις, ὅπερ κυρίως σημαίνουσιν· ἀπεμφαίνων, γὰρ ὁ λόγος ἐστὶν, εἰ χάριν τῶν ἐπάλξεων οἱ δῆμοι τὰ τείχη ἔκτισαν, αλλὰ μὴ χάριν τῶν πόλεων. Σύγκληρα δὲ σύνοικα τῶν αὐτοκλήρων. Τὸ δὲ τέων οὐκ ὀρθῶς κεῖται· σημαίνει γὰρ τὸ τίνων· Ὅμηρος (<bibl xml:lang="mul">Il. ω 387</bibl>)· <quote type="blockquote">τέων δ′ ἔξ ἐσσι τοκήων;</quote> βούλεται δὲ λέγειν ὧν. Τζέτζης· τέων, τῶν, ὧν δωρικῶς· καλῶς ἔχει. Βλάστας δὲ τὰ βλαστήματα, τὰ γένη· ὁ γὰρ ἄνθρωπος δίκην φυτοῦ αὔξει. Τύρσεσι δὲ ταῖς πόλεσιν ἀπὸ μέρους τῶν τειχῶν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg002.1st1K-grc1" n="3"><p rend="indent">Δολιχός· μακρὸς, πολύς· ἀπέχουσι γὰρ ἀλλήλων ἡ Κύζικος καὶ ἡ Κολοφών.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg002.1st1K-grc1" n="4"><p rend="indent">Ἀλέξια φαρμακοέσσαις· τὰ ἀλεξιτήρια τῶν φαρμάκων εἴποιμι ἀντὶ τοῦ καὶ βλαπτούσας καὶ ὠφελούσας βοτάνας εἴποιμι.</p></div></div></body></text></TEI>