Τὸ ποίημα οἱ μὲν ἐπιγράφουσι περὶ θανασίμων φαρμάκων, οἱ δ’ ἀντιφάρμακα, ἄλλοι δ’ ἀλεξιφάρμακα· καὶ γὰρ αὐτός φησιν ὁ Νίκανδρος (4) ῥεῖά κέ τοι ποσίεσσιν ἀλέξια φαρμακοέσσαις. Εἰ καὶ μὴ σύγκληρα. Νίκανδρός ἐστίν ὁ λέγων Κολοφώνιος Πρωταγόρᾳ Κυζικηνῷ, ὁ δὲ νοῦς· εἰ καὶ μὴ σύνεγγυς ἔχομεν τοὺς κλήρους τῶν πόλεων ἐπὶ τῆς Ἀσίας, ἀλλὰ τό σοι προσφωνεῖν οὐκ ἀνοίκειον ἡγοῦμαι. Δήμους δὲ λέγει τὰ ἀθροίσματα τῶν τε προγόνων καὶ τῶν κτιστῶν. Τύρσεις δεῖ ἀκούειν τὰς πόλεις, ἀλλ’ οὐ τὰς ἐπάλξεις, ὅπερ κυρίως σημαίνουσιν· ἀπεμφαίνων, γὰρ ὁ λόγος ἐστὶν, εἰ χάριν τῶν ἐπάλξεων οἱ δῆμοι τὰ τείχη ἔκτισαν, αλλὰ μὴ χάριν τῶν πόλεων. Σύγκληρα δὲ σύνοικα τῶν αὐτοκλήρων. Τὸ δὲ τέων οὐκ ὀρθῶς κεῖται· σημαίνει γὰρ τὸ τίνων· Ὅμηρος ( Il. ω 387 )· τέων δ′ ἔξ ἐσσι τοκήων; βούλεται δὲ λέγειν ὧν. Τζέτζης· τέων, τῶν, ὧν δωρικῶς· καλῶς ἔχει. Βλάστας δὲ τὰ βλαστήματα, τὰ γένη· ὁ γὰρ ἄνθρωπος δίκην φυτοῦ αὔξει. Τύρσεσι δὲ ταῖς πόλεσιν ἀπὸ μέρους τῶν τειχῶν. Δολιχός· μακρὸς, πολύς· ἀπέχουσι γὰρ ἀλλήλων ἡ Κύζικος καὶ ἡ Κολοφών. Ἀλέξια φαρμακοέσσαις· τὰ ἀλεξιτήρια τῶν φαρμάκων εἴποιμι ἀντὶ τοῦ καὶ βλαπτούσας καὶ ὠφελούσας βοτάνας εἴποιμι.