ἐπὶ χλωρηίδα νώτῳ: χλωρὰν ἐπὶ τῷ νώτῳ. ἰστέον δὲ ὅτι τινὲς βοτάνην λέγουσι τὴν κάμπην, τινὲς δὲ τὸ ζωύφιόν φασι. ἀγριάδος δὲ μαλάχης κατὰ συναλοιφην τῆς ἀγριομαλάχης, ἣν καὶ ἀλθαίαν καλοῦσι. καὶ ἐγκύμονα ἀθαλλῆ, ἁπαλόν, μήπω ἐξηνθηκότα. ἰαύοις: κοιμήσαιο ψήχεο δ’ ἐν στέρνῳ: το δὲ ἑξῆς, ἀνάτριβε δὲ ἐν τῇ κοιμυλόεντι: λότητι τῆς θυείας. μυλόεντι: ἢ τῷ λιθίνῳ ἢ τῷ μυλοειδεῖ. ὀράμνους δὲ τοὺς κλάδους. κατὰ συγκοπὴν δὲ εἶπεν, οἷον ὀροδάμνους παρὰ τὸ ὀρούειν.