κεδρίδας: τὸν καρπὸν τῆς κέδρου. ἔχουσι γὰρ αὗται ὑγρότητα ἐλαιώδη. τὸ δὲ λίπει ἔνι ἀντὶ τοῦ ἐν ἐλαίῳ τῷ ἐξ αὐτῶν, ὅπερ ἐστὶ ξηραντικόν. καὶ ἀλθηέντα τὸν πρὸς ὑγείαν λαμβανόμενον, ὅ ἐστι θεραπευτικόν. ὀδόντες δὲ οἱ δοίδυκες καὶ τριβεῖς. ἀντιπτώσει δὲ ἐχρήσατο. ἔδει γὰρ εἰπεῖν κνηστῆρος ὀδόντες. σιάλων: ὅτε γάρ ἐστι νῆστις ὁ ἄνθρωπος, τότε τὸν αὐτοῦ σίελον πόρρω φεύγει ὁ ὄφις.