τὰ δὲ σκύρα ὄρεξιν τῶν ἀφροδισίων παρέχει τοῖς βουσίν. ὡς οὖν τῶν βουκόλων ἐπεχόντων τὰς βοῦς καὶ κοπιώντων σκύρα ἐχθρὰ εἴρηται. τὸ δὲ τάτ’ εἴαρι ἀντὶ τοῦ ἅτινα σίνατο καὶ ἔβλαψε τὸν βούτην, ἤγουν τὸν βουκόλον. ἐκτέμνει γὰρ ὑπὲρ τοῦ μὴ γεύεσθαι τὰς βοῦς αὐτῶν. οἱ δὲ τὸ ἐρυθράδιόν φασιν, ἐπεὶ φοινίσσεται τὰ δέρματα τῶν .γευομένων ζῴων. τὸ δὲ σκυρόωσι ἀντὶ τοῦ ὀργῶσιν ἢ σκιρτῶσιν ἢ ἐκμαίνωνται. τῶν γὰρ σκύρων γευσάμεναι αἱ βόες ἐκκλίνονται, καὶ ταῦτα τοῖς βουσὶ μανίας ἐστὶ παρασκευαστικά. Βούτην, βουκόλον. ταῦτα γὰρ βλάπτουσι τοὺς βουκόλους. οἱ γὰρ βόες τρώγοντες αὐτὰ ὁρμητικοὶ γίνονται πρὸς τὰ ἀφροδίσια καὶ φεύγουσι τὰς ἀγέλας, ὥστε ἀναγκάζονται οἱ βουκόλοι διώκειν. Ἡ δὲ πευκέδανος βοτάνη ἐστὶ πικρά. βαρύνεται δέ, ἵνα μὴ ιἦ ἐπίθετον. ἀγραυλέι κοίτῃ; τῇ ἐν τῷ ἀγρῷ γινομένῃ· ἡ δὲ λέξις ἀγροικική. χελείαις: ταῖς καταδύσεσι, παρὰ τὸ χεῖσθαι ἐν αὐταῖς τοὺς ὄφεις.