ἁβροτόνοιο: καὶ τῆς ἁβροτόνου δὲ δύο εἰσὶ τὰ γένη, τὸ μὲν κηπεύσιμον, τὸ δὲ ὀρεινὸν ἐν αργεννόεσσι τόποις εὑρισκόμενον, διὸ εἶπεν ἀργεννὴν ὑπὸ βῆσσαν. τοῦτο δὲ προὔκρινε τοῦ κηπευσίμου ὡς πρακτικώτερον. Ἁβρότονον οὖν τὸ φύλλον τῆς ἀγρίας βοτάνης φησίν. ἔστι δὲ δύο γένη αὐτῆς, ἥμερον καὶ ἄγριον. ἁβρότονον δὲ ὠνόμασται διὰ τὸ πρὸς τὴν ἅψιν ἁβρὸν καὶ ἁπαλὸν φαίνεσθαι. Ἄλλως τε καὶ διὰ τὸ δύσπνουν εἶναι. ἢ ἑρπύλλοιο: ἕρπυλλος εἴρηται παρὰ τὸ ἕρπειν αὐτοῦ τὰς ῥίζαςἐ πιπολύ· διὰ τοῦτο καὶ νομαῖον, διότι ἐπιπολύ νέμεται. δύο δὲ αὐτοῦ εἴδη· ὁ μέν ἐστιν ἥμερος, ὁ δὲ ἄγριος. ἔστι δὲ καὶ ὤκιμον μεταβάλλον ἐξαμελούμενον εἰς τὸν ἕρπυλλον. ἔστι δὲ πολύχυτον, πνευματῶδες. τῷ δὲ πνεῖν τρέπει τὰ θηρία. Ἢ νομαῖον εἴρηται, διότι πανταχόσε βάλλει ἑαυτοῦ τοὺς κλάδους, καὶ τὸ ἐπίθετον ὁμοφωνεῖ τῷ κυρίῳ. ἕρπυλλος γὰρ καλεῖται παρὰ τὸ ἕρπειν. [ἔνθεν καὶ νομαῖον παρὰ τὸ νομήν. φιλόζωος δὲ ὁ ἕρπυλλος G ] ὡς κισσὸς δὲ ἀνθεῖ περὶ τὰ ἄλλα ἄνθη ἑλισσόμενος καὶ περιβοσκόμενος. Κονύζης: κόνυζα εἶδος βοτάνης. καταψυκτικὴ δὲ αὕτη πρὸς συνουσίαν· διὸ καὶ ἐν τοῖς Θεσμοφορίοις ἐστρώννυτο. χαμαιζήλοιο δὲ τῆς χαμαιπετοῦς. δύο δέ εἰσι καὶ αὐτῆς γένη, ἡ μὲν ἀγρία, ἡ δὲ ἥμερος. ἀλλ’ ἡ ἀγρία δριμυτέρα ἐστὶ τῆς ἡμέρου κονύζης. τὸ δὲ ἄγνου βρύα λευκὰ πρὸς ἀντιδιαστολὴν τέθεικεν, ἐπεὶ ἔστι καὶ μέλας ἄγνος. πολυανθὴς δέ ἐστιν ὁ λύγος τοῦ ἄγνου, ὃν ἐν τοῖς Θεσμοφορίοις ὑπεστρώννυντο αἱ γυναῖκες. ἀντιπράττει γὰρ πρὸς συνουσίαν· διὸ καὶ ἄγνος λέγεται, ἄγονός τις ὤν. Βρύα δὲ τὰ ἄνθη· καὶ Ὅμηρος ( Il. Ρ 56 ) καί τε βρύει ἄνθεϊ λευκῷ. λευκὰ δὲ πρὸς ἀντιδιαστολὴν τῶν μελάνων. Τὸ δὲ σπέρμα τοῦ ἄγνου καὶ πινόμενον ἀπαλλάττει τῶν πυρετῶν καὶ ποιεῖ ἱδρῶτας, ὑδρωπικοῖς τε καὶ σπληνικοῖς βοηθεῖ εἰς κύστιν ἐκκαθαιρομένων τῶν ὑγρῶν. ὁμοίως δὲ καὶ τὸ πόλιον βοηθεῖ ἰκτερικοῖς, πολέμιον δέ ἐστι ταῖς κυούσαις γυναιξίν· ἐκβάλλει γὰρ τὰ ἔμβρυα. ὁ δὲ ὀνόγυρός ἐστιν εἶδος βοτάνης. [καὶ ὀνόγυρος δὲ εἶδος θάμνου. καλοῦσι δὲ αὐτὸν οἱ μὲν ἀνάγυρον, οἱ δὲ ὀνόγυρον, οἱ δὲ ἄκοπον, οἱ δὲ ἁγνάκορον, οἱ δὲ ὀζόγυρον G ] ἐμπρίοντα δὲ τὸν ἀκανθώδη καὶ τραχὺν εἶπεν· πριονώδη γάρ ἐστι τὰ αὐτοῦ φύλλα. μόσχον δὲ τὸν κλάδον φησί. γράφεται δὲ καὶ πολυαυχέα καὶ πολυανθέα.