ἀγραύλοισιν: ἤτοι τοῖς λαμπροῖς κατὰ μετάθεσιν τῶν στοιχείων, οἷον ἀγλαύροις, τοῖς καλοῖς· ἢ καὶ τοῖς ἀγλαὰς αὔρας ἔχουσιν· ἢ τοῖς διαλελυμένοις καὶ τρυφεροῖς. λύγος δέ ἐστιν εἶδος φυτοῦ ἔχον κλάδους πέντε. ἢ πολιὸν βαρύοδμον: καὶ γὰρ τὸ πολιόν ἐστιν εἶδος βοτάνης. τονοῦται δὲ καὶ πόλιον καὶ πολιόν. ἄμεινον δὲ τὸ πόλιον, ἵνα μὴ ἦ ὡς ἐπίθετον. οὐκ ἔστι δὲ ἡ λιβανωτίς, ἀλλ’ ἔχει πέτηλον μὲν θύμου μαλακώτερον καὶ δασύτερον, μέγεθος δὲ οἷον ῥάβδους ἀπὸ ῥίζης πολλὰς ἀναδίδωσιν, ἡ δὲ ῥίζα ξυλώδης. πάντα δὲ ταῦτα βαρύοδμα. ἐχίειον δέ· τὸ ἐχίειον ὅμοιον τῷ πολίῳ τὴν χροιάν ἐστιν, ἀφομοιοῦται δὲ πρὸς τὸν ἔχιν. τινὲς δὲ λέγουσιν αὐτὸ φύλλα ἔχειν ὅμοια ἔχιος κεφαλῇ, διὸ οὕτως ὠνομάσθη. δύο δὲ ταύτης γένη, τὸ μὲν ὤκιμον, τὸ δὲ ἐχίειον, ὅπερ τραχύτερόν ἐστιν. ὀριγανόεσσά τε: τὸ δὲ ὀριγάνου γάλα μετὰ οἴνου πινόμενον ἀδήκτους φυλάττει τοὺς πίνοντας.