ἐπίλοιγον δὲ ὀδόντα τὸν θανάσιμον, ἢ ἔπι λοιγόν, ἵν’ ᾖ ἐπιβάλῃ τὸν λοιγὸν ὀδόντα. περιφρασθέντος δὲ ἐγνωκότος, μεμαθηκότος. ἀπὸ αἰτιατικῆς δὲ μετέβη εἰς γενικήν, σὲ δ’ ἂν πολύεργος τοῖα περιφρασθέντος, κατὰ διάλλαξιν τῆς φράσεως. φαλάγγια: εἶδος μικρῶν ὄφεων. φασὶ δὲ ὅτι Ἀράχνη ἤρισε τῇ Ἀθηνᾷ περὶ ἔργων, γυνὴ οὖσα τὸ πρῶτον, καὶ διὰ τοῦτο μετεβλήθη εἰς τὸ νῦν ζῷον. ἀνιγροὺς ἤτοι ἀνιαρούς, λυπηρούς, αἰτίους κακοῦ. ἑρπηστὰς δὲ εἶπε πρὸς ἀντιδιαστολὴν τῶν ἄλλων ἑρπετῶν. ὅ τι γὰρ ἐρεῖ τις, πάντα ἑρπετά εἰσι καὶ ἕρπουσιν, ἀλλὰ λέγομεν ὅτι τὰ ἄλλα ἑρπετὰ ὠοτοκοῦσιν, οἱ δὲ ἔχιες ζῳοτοκοῦσι, τουτέστιν εὐθέως ἐκ τόκου ἕρποντα τὰ γεννήματα τίκτουσιν, ὅπερ οὐχ ὑπάρχει τοῖς ἄλλοις ἑρπετοῖς. ἐκεῖνα γὰρ ὠὰ τίκτουσι καὶ οὐ ζῷα, ὡς οἱ ἔχιες. ἄχθεα δὲ ἤτοι βλάβας. εἰ δὲ διὰ τοῦ ε ἔχθεα, τὰ στυγήματα καὶ τὰ ἐχθρά. ἐκ τοῦ αἵματος οὖν φησι τοῦ Τυφωέως μετὰ τὸ κεραυνωθῆναι αὐτὸν ταῦτα τὰ θηρία ἀνεδόθησαν. Ἀσκραῖος: ὁ Βοιωτός. καὶ γὰρ Ἄσκρη κώμη Βοιωτίας ἐστίν, ὅθεν καὶ Ἡσίοδος ἐτύγχανεν, ὥς φησι καὶ αὐτὸς τῷ ἀδελφῷ αὐτοῦ Πέρσῃ διὰ τὸν αὐτῶν πατέρα ( O et D 639 ) νάσσατο δ’ ἄγχ’ Ἑλικῶνος ὀιζυρῇ ἐνὶ κώμῃ, Ἄσκρῃ, χεῖμα κακῇ, θέρει ἀργαλέῃ, οὐδέποτ’ ἐσθλῇ. ἰστέον δὲ ὅτι ψεύδεται ὁ Νίκανδρος ἐνταῦθα. οὐδαμοῦ γὰρ τοῦτο εἶπεν ἐν τοῖς πραττομένοις. Μελισσήεντα δέ φησι τὸν τόπον τοῦ Ἑλικῶνος, ἐν ᾧ εὗρε τὰς Μούσας, ὃς οὕτως ἐκλήθη ἀπὸ Μελισσέως βασιλεύσαντος τοῦ τόπου. περὶ γοῦν τῆς τῶν δακνόντων θηρίων γενέσεως, ὅτι ἐστὶν ἐκ τῶν Τιτάνων τοῦ αἵματος, παρὰ μὲν τῷ Ἡσιόδῳ οὐκ ἔστιν εὑρεῖν. Ἀκουσίλαος δέ φησιν ἐκ τοῦ αἵματος τοῦ Τυφῶνος πάντα τὰ δάκνοντα γενέσθαι. Ἀπολλώνιος δὲ ὁ Ῥόδιος ἐν τῇ τῆς Ἀλεξανδρείας κτίσει ἀπὸ τῶν σταγόνων τοῦ τῆς Γοργόνος αἵματος. ὁ δὲ Ζηνοδότειος Θεόφιλος ἱστορεῖ ὡς ἄρα ἐν τῇ Ἀττικῇ δύο ἐγένοντο ἀδελφοί, Φάλαγξ μὲν ἄρσην, θήλεια δὲ Ἀράχνη τοὔνομα καὶ ὁ μὲν Φάλαγξ ἔμαθε παρὰ τῆς Ἀθηνᾶς τὰ περὶ τὴν ὁπλομαχίαν, ἡ δὲ Ἀράχνη τὰ περὶ τὴν ἱστοποιίαν· μιγέντας δὲ ἀλλήλοις στυγηθῆναι ὑπὸ τῆς θεοῦ καὶ μεταβληθῆναι εἰς ἑρπετά, ἃ δὴ καὶ συμβαίνει ὑπὸ τῶν ἰδίων τέκνων κατεσθίεσθαι.