τὸ δὲ καταψηχθεῖσα ἀντὶ τοῦ διαιρεθεῖσά ἐστι. ψώχειν γὰρ καὶ ψήχειν ἐστὶ τὸ διαιρεῖν. ἢ κατακνηθεῖσα, οἷον καταπρισθεῖσα. χηραμὰ δὲ τὰ κοιλώματα παρὰ τὸ χεῖσθαι καὶ χαίρειν ἐν αὐτοῖς. εἰ δὲ τὰ μὲν καματοῦ ἐπιδεύεται: ὁ κόπος. εἰ δὲ κόπος ἐστὶν εὑρεῖν τὰς βοτάνας ταύτας. πολυρραγέος δὲ τοῦ πολλὰς ῥεύσεις ἔχοντος ἢ τοῦ βιαίου καὶ πάντα ῥήσσοντος διὰ τὸ ῥαγδαῖον. ὑδρηλὴν δὲ εἶπεν, ἐπειδή ἐστι καὶ ὀρεινὴ πόα. διαστέλλει δὲ τὸ εἶδος. τινὲς δὲ ἀγρίαν γλήχωνα αὐτὴν καλοῦσι. πάντα δὲ τὰ εἰρημένα βαρύοδμα καὶ θερμὰ καὶ θεραπεύει. ἡ δὲ καλάμινθος ἐν ὀρρῷ γάλακτος πινομένη ἐλεφαντίασιν καὶ χοιράδας καταπλαττομένη ἰᾶται. μετὰ οἴνου δοθεῖσα ἴκτερον παύει. χαιτήεσσαν: εἰ μὲν διὰ τοῦ χ, τὴν δασεῖαν καὶ κομῶσαν τοῖς φύλλοις· κόμη γὰρ τῶν βοτανῶν τὰ φύλλα. ὡς αἱ τρίχες τῶν ἀνθρώπων. εἰ δὲ διὰ τοῦ κ, τὴν μεγάλην καὶ ὑψηλήν, ὡς κῆτος, οἷον κητώεσσαν οὖσαν.