<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg5031.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg001.1st1K-grc1" n="43"><p rend="merge">ἡ μέντοι μελάνθειος βαρεῖά ἐστιν. ἔστι δὲ καὶ πόα δυναμένη ψυγμὸν ἀπελάσαι, εἴ τις τρίψας τρὶς προσενέγκῃ τῇ ῥινί</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg001.1st1K-grc1" n="44"><p rend="merge">τὸ δὲ θεῖον καὶ ἄσφαλτος ἄμφω βαρύοδμα καὶ πνευματικά· διὸ καὶ ἔμμηνα ῥηγνύει καὶ κατάρρους ἵστησι καὶ λέπρας καὶ φακοὺς ἐκλεαίνει. τὸ θεῖον ὀρθόπνοιαν διαλύει καὶ ληθαργικοὺς ὑποθυμιώμενον ἀνίησιν. ἡ δὲ ἄσφαλτος ἐπιληπτικοὺς ἐκταράσσει· πινομένη δὲ ἐν οἴνῳ πυρετοὺς τεταρταίους ἐξελαύνει σφοδρότητι καὶ τραχύτητι τοῦ πνεύματος. οὐ θαυμαστὸν οὖν, εἰ καὶ τοῖς θηρίοις τοιαῦτα ἐνοχλεῖ.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg001.1st1K-grc1" n="45"><p rend="indent">Θρήισσαν: ἡ δὲ Θρήισσα λίθος ἐστίν, ἥτις βραχεῖσα τῷ ὕδατι καίεται. ὅτε δὲ εἰς αὐτὴν ἔλαιον βληθῇ, σβέννυται. Ἀριστοτέλης δέ φησι (<bibl xml:lang="lat">mirab. auscult. 125</bibl>) τοῦτον τὸν ποταμὸν τὸν Πόντον ἐν Μηδικῇ καὶ Ἰνδικῇ εἶναι, ἐν ᾧ καὶ ὁ λίθος οὗτος γεννᾶται, οὗ ἡ μὲν ὀσμὴ ἀσφαλτώδης καὶ δριμεῖα, ἡ δὲ φύσις αὐτοῦ σύμπηξιν γεώδη ἀσφάλτου ξηρᾶς πρὸς τὸ λιθῶδες ἔσχε, καὶ διὰ τοῦτο ἐν ὕδατι ἀναφλέγεται μᾶλλον. ἡ γὰρ ἰκμὰς ἰσχὺν τῇ ἀσφάλτῳ προστίθησι καὶ τὸ ξηρὸν αὐτῆς ἐκκαὲς ποιεῖ.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg001.1st1K-grc1" n="50"><p rend="merge">μηλοῖς δὲ ἀεργηλοῖς ἢ τοῖς λευκοῖς κατὰ ἔρια ἢ τοῖς ἀργοῖς, ἐπεὶ τῶν ἄλλων ζῴων ἀργότερά ἐστι τὰ θρέμματα καὶ νωθέστερα [μᾶλλον δὲ τὰ πρόβατα]. οὐ γὰρ νωτοφόρα ἐστὶ κατὰ τοὺς ὄνους ἢ ἡμιόνους ἢ βόας. Ἢ τοῖς μὴ ἐργαζομένοις πρὸς σύγκρισιν βοῶν καὶ ἵππων καὶ ὄνων.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg001.1st1K-grc1" n="52"><p rend="indent">Χαλβάνη: τὴν χαλβάνην ὁ Διοσκορίδης (<bibl>III 97</bibl>) φησὶν ὀπὸν εἶναι νάρθηκος Συριακοῦ, ὁ δὲ Θεόφραστος (<bibl xml:lang="lat">hist. plant. VIIII 9, 2</bibl>) βέλτιον ὀπὸν πανάκους. ἄκνηστις δὲ οἱονεὶ πολύκνηστις, ὥσπερ καὶ τὸ ἄξυλος ὕλη ἡ πολύξυλος. τὴν δὲ ἄκνηστιν οἱ μὲν τὴν κνίδην ἢ ἀκαλήφην, οἱ δὲ τὴν σκίλλαν φασίν. ὁ μὲν Τυραννίων τὴν σκίλλαν, Ἀπολλώνιος δὲ ὁ Μεμφίτης τὸ κνέωρον, ὃ δή τινες κνῆστρον καλοῦσι. τὸ δὲ ἑξῆς ἐν ὑπερβατῷ· καὶ ἡ ὑπὸ τοῖς πολυοδοῦσι γενείοις τῶν πριόνων τεμνομένη κέδρος, ἀντὶ τοῦ τὸ πρῖσμα τῆς κέδρου, ἀποτρεπτικὴν ὀδμὴν τῶν δακέτων ἐμποιεῖ. οἱ δὲ πλεῖστοι τῶν ἐξηγησαμένων ἁπλῶς τὸ ξύλον τῆς κέδρου, διὸ καὶ τὰ ἑρπετὰ ψυχρὰ ὄντα οὐ φέρει ἡ κέδρος καὶ τὸ ξηραντικὸν ἔχει· διὸ καὶ τοὺς νεκροὺς ἀσήπτους ποιεῖ τὸ νοτερὸν καὶ ῥευστικὸν ἐκπιοῦσα, ὅθεν καὶ νεκρῶν <pb facs="theriacaetalexip00nica_0383"/> ζωὴν ἔνιοι αὐτὴν ἐκάλεσαν. οἱ δὲ ὄφεις δέονται τῶν χαλώντων.</p></div></div></body></text></TEI>