ἐγγαγίδα δὲ πέτρην τὴν γαγῖτιν λίθον· ἐν Γάγαις γὰρ τῆς Λυκίας εὑρίσκεται ἡ γάγις. Ἡ γὰρ Γαγὶς πόλις τῆς Λυκίας, ἔνθα ὁ λίθος οὗτος εὑρίσκεται· γίνεται δὲ παρὰ τοῖς αἰγιαλοῖς μέλας τε καὶ χλωρός. Ταύτης δὲ τῆς λίθου τὸ πῦρ οὐχ ἅπτεται, ἀλλὰ μόνον καιομένη ἀσφαλτώδη ἔχει ἀποφορὰν καὶ ὀσμήν, ὑφ’ ἧς οἱ δράκοντες ἀποτρέπονται. ἐν δὲ πολυσχιδέος βλήτρου: διότι εἰς πολλὰ ἔσχισται τὰ φύλλα αὐτοῦ. βλῆτρος δέ ἐστιν ἡ λεγομένη πτέρις, ἤγουν τὸ βλάχνον. ἔστι δὲ δριμεῖα καὶ δηκτική, διὸ καὶ τὰς πλατείας ἕλμινθας ἐκβάλλει καὶ ἀποσύρει μετὰ πολλῆς καθάρσεως χολώδους βίᾳ. καχρυόεσσαν δὲ τὴν λιβανωτίδα λέγει, ὅτι ἡ ῥίζα αὐτῆς κριθῆς ῥίζῃ παρέοικε. περιθαλπέα δὲ τὴν θερμὴν ἢ περιθάλπουσαν. ἡ δὲ κάχρυς πυρώδης καὶ τραχεῖα καὶ τὴν ἀρτηρίαν ἀναχαράσσει καὶ τὴν γεῦσιν ἐκκαίει οὐχ ἧττον πεπέρεως. καρδάμῳ: τὸ δὲ κάρδαμον δριμὺ καὶ πληκτικὸν καὶ πυρῶδες· διὸ καὶ λειχῆνας ἀποσμήχει, λέπρας ἐκτρίβει, ἄνθρακας ῥήσσει, ἔμμηνα κατάγει, πρὸς συνουσίαν ἐπείγει, τὸ νεῦρον τῇ θερμότητι κινοῦν. διὰ ταῦτα πάντα χαλεπὴν τοῖς θηρίοις ἐκπνεῖ ἀναθυμίασιν. ἰσοελκέι δὲ ἴσην ὁλκὴν ἔχοντι, ἤτοι ἰσοστάθμῳ. ἔνοδμον δὲ τουτέστι νεαρόν, ἔτι τὴν ὀσμὴν τοῦ κρέατος ἔχον νεωστὶ ἐσφαγμένου τοῦ ζῴου. ἢ ἔνοδμον νέον, οἷον ἄρτι κοπέν, ἀντὶ τοῦ ὠμόν. ἀσκελὲς δὲ τὸ αὐτὸ σκέλος ἢ τὸν αὐτὸν πηχισμόν, ὅ ἐστιν ἴσον.