λιστρωτόν: τὸ ὁμαλὸν καὶ ἐξυσμένον. λίστροι γὰρ οἱ ξυστῆρες· καὶ Ὅμηρος ( Od. Χ 455 ) λίστροισιν δάπεδον ἡ δὲ σύνταξις οὕτως, καὶ περὶ τὸν λιστρωτὸν τόπον τῆς ἁλωνίας, καὶ ὅπου βοτάνη κυοῦσα καὶ θάλλουσα, οἷον τικτομένη καὶ αὐξομένη. ἰάμνους δὲ τὰς ἰαμενάς, οἷον τοὺς συμφύτους τόπους. μῶλυς δὲ βραδὺς καὶ νωθής, ἢ μογερός, ἢ νωχελὴς καὶ ἁπαλός, ὁ γεγηρακὼς ὄφις καὶ μόλις βαίνων· ἢ ὁ ταχὺς καὶ μολῶν. ἄμεινον δὲ τὸ πρῶτον. ἰστέον δὲ ὡς οἱ ὄφεις ἐν τῷ χειμῶνι τυφλοὶ γίνονται ὑπὸ τοῦ παγετοῦ, ἐν δὲ τῷ ἔαρι γευσάμενοι μαλάθρου πάλιν ὀξυδορκοῦσι καὶ ἀναβλέπουσι καὶ τὸ λοιπὸν φεύγοντες τοὺς φωλεοὺς αὑτῶν εἰς ὑλώδεις ἔρχονται τόπους, ὃ δὴ καὶ Νίκανδρος νῦν λέγει. μαλάθρου: ὁ χυλὸς τοῦ μαλάθρου ὀξυδορκίαν παρέχει, ὅθεν καὶ οἱ δράκοντες περιχρίουσιν ἑαυτῶν τὴν οὐράν. θιβρὴν δὲ τὴν θερμὴν καὶ ὀξεῖαν διὰ τὰς ἐξ αὐτῆς γινομένας φλεγμονάς· Καλλίμαχος θιβρῆς Κύπριδος ἁρμονίης· Εὐφορίων δέ θιβρήν τε Σεμίραμιν.