Αὐτοπόνοιο δὲ τῆς εἰκαίας καὶ αὐτοσχεδίου καὶ εὐτελοῦς χαμαιστρωσίας. παρὰ δὲ Ἀττικοῖς χαμευνάδες λέγονται μικρὰ κλινίδια. τὸ δὲ πυρόεσσαν γράφεται καὶ πνιγόεσσαν, τουτέστι καυστικήν, ἐπεὶ οἱ ἐν ἀκμῇ ὄντες τοῦ καύματος δοκοῦσι πνίγεσθαι. καὶ τὸ ἀκρέσπερος ἤτοι κατὰ τὴν ἀρχὴν τῆς νυκτός, οἷον περὶ ἄκραν ἑσπέραν. κινώπετα δὲ τὰ θηρία τὰ ἐν τῷ πέδῳ κινούμενα, οἷον κινώπεδα ὄντα τινά. δρυμοὺς δὲ τοὺς συμφύτους τόπους· πᾶν γὰρ δένδρον οἱ ἀρχαῖοι δρῦν ἐκάλουν. καὶ λασιῶνας τοὺς δασεῖς τόπους καὶ ὑλώδεις. ἀμορβαίους δὲ χαράδρας τὰς βουκολικὰς ἢ ποιμενικάς, ὅπου οἱ βου κόλοι περιπατοῦσιν.