ἐν δὲ τῷ χαλαζήεντα εἶδος ἀντὶ γένους παρέλαβεν. εἰσὶ γὰρ σκορπίοι χαλαζήεντες διὰ τὸ τοὺς δεδηγμένους ὑπ’ αὐτῶν ἱδροῦν, ὡς ὑπὸ χαλάζης ἢ ὑετοῦ βεβρεγμένους. Τιτηνὶς δὲ ἡ Ἄρτεμις, ἡ Λητοῦς θυγάτηρ καὶ Κοίου τοῦ Τιτᾶνος. Βοιωτῷ: Ὑριεὺς γὰρ ὁ πατὴρ Ὠρίωνος Βοιωτός ἐστιν. Οὐαρίων δέ, ἐπειδὴ ἀπὸ τῶν οὔρων τοῦ Διὸς καὶ Ἀπόλλωνος καὶ Ποσειδῶνος ἐγένετο. ὁ δὲ Ὠρίων οὗτος, ὥς τινές φασι, τῇ Ἀρτέμιδι καὶ τῇ Λητοῖ ἐπηγγείλατο ὡς οὐδὲν τῶν θηρίων φεύξεται αὐτόν, ὑπὸ δὲ τοῦ σκορπίου πληγεὶς ἀπέθανεν. ὁ δὲ Ζεὺς κατηστέρισεν αὐτόν τε καὶ τὸν σκορπίον ἐν τοῖς ἄστροις εἰς σημεῖον τῆς πράξεως αὐτῶν. οἱ δὲ πλείους Ταναγραῖον εἶναί φασι τὸν Ὠρίωνα. Κόριννα δὲ εὐσεβέστατον λέγει αὐτόν, καὶ ἐπελθόντα πολλοὺς τόπους ἡμερῶσαι καὶ καθαρίσαι ἀπὸ θηρίων. Ἡσίοδος δέ φησιν αὐτὸν ἐξ Εὐρυάλης τῆς Μίνωος θυγατρὸς εἶναι καὶ Ποσειδῶνος, δοθῆναι δὲ αὐτῷ δωρεὰν ὡς καὶ ἐπὶ τῶν κυμάτων πορεύεσθαι καὶ ἐπὶ τῆς γῆς, ἐλθόντα δὲ εἰς Χίον πρὸς Οἰνοπίωνα Μερόπην τὴν γυναῖκα βιάσασθαι οἰνωθέντα· Οἰνοπίωνα δὲ χαλεπήναντα ἐκτυφλῶσαι τὸν Ὠρίωνα καὶ ἐκ τῆς χώρας ἐκβαλεῖν· ἐλθόντα δὲ εἰς Λῆμνον Ἡφαίστῳ συμμῖξαι, ὃς ἐλεήσας αὐτὸν δίδωσιν αὐτῷ Κηδαλίωνα, ἕνα τῶν θεραπόντων, ὃς δὴ ὡδήγησεν αὐτὸν ἐπὶ τὰς ὁδούς. ἐλθὼν δὲ ἐπὶ τὰς ἀνατολὰς καὶ συμμίξας Ἡλίῳ καὶ ὑγιασθεὶς ἀνῆλθεν ἐπὶ τὸν Οἰνοπίωνα. ὁ δὲ Οἰνοπίων ὑπὸ τῶν πολιτῶν ὑπὸ γῆν ἐκέκρυπτο. ἀπελπίσας δὲ τὴν εὕρεσιν ᾤχετο εἰς Κρήτην καὶ ἐκυνηγέτει, κἀκεῖσε ὁ σκορπίος πεμφθεὶς ὑπὸ Λητοῦς καὶ Ἀρτέμιδος χολουμένης αὐτῷ ἴσως διὰ τὴν μεγαλαυχίαν ἔπληξε τὸν Ὠρίωνα, καὶ οὕτως ἀπέθανε. τὸ δὲ ὑπὸ λᾶι ἀντὶ τοῦ ὑπὸ λίθῳ, παρόσον ὑποκάτω τῶν λίθων οἱ σκορπίοι κρύπτονται, ὡς Σοφοκλῆς ἐν Αἰ χμαλωτίσιν ἐν παντὶ γάρ τοι σκορπίος φρουρεῖ λίθῳ. τὸ δὲ λοχήσας γράφεται καὶ δοκήσας καὶ τυχήσας καὶ εἰ μὲν δοκήσας, ἐπιτηρήσας· εἰ δὲ λοχήσας, ἐνεδρεύσας· εἰ δὲ τυχήσας, ἀντὶ τοῦ ἐπιτυχών, κύρσας. κυνηλατέοντος δὲ ἀντὶ τοῦ κυ νηγετοῦντος, ὡς Εὐφορίων αὐτῷ σὺν τελαμῶνι νεοσμήκτῳ τε μαχαίρῃ. ἐρίπνην τὴν ἀκρώρειαν λέγει παρὰ τὸ περιπνέεσθαι, οἷον πολλὰ πνέεσθαι, ἢ τὴν κοιλότητα παρὰ τὸ ἐριπέσθαι, ἤγουν πεσεῖν καὶ κοιλωθῆναι, ὃ καὶ νῦν σημαίνει. Ἄλλως. ἐρίπνη τὸ ῥῆγμα τοῦ ὄρους παρὰ τὸ δοκεῖν ἐριπέσθαι.