<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg5031.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg001.1st1K-grc1" n="102"><p rend="indent">δραχμάων: τὸ τρίτον μέρος τοῦ δεκάτου τῆς δραχμῆς· τὸ τρίτον δέ ἐστι τῆς δεκάδος τρεῖς καὶ τρίτον. ἢ τριπλάσιον τῆς δεκάδος, τουτέστι τριάκοντα δραχμάς. τρίφατον οὖν ἀντὶ τοῦ τρίλεκτον, οἷον τριπλῆν δεκάδα, τουτέστι τριάκοντα δραχμάς.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg001.1st1K-grc1" n="103"><p rend="indent">ὁ μὲν γὰρ χοῦς ιβ κοτύλας ἔχει. τρίτον ουν τῶν δώδεκά φησιν. Ἐν δὲ τρίτην μοῖραν: ἀντὶ τοῦ δ κοτύλας. ιβ γὰρ κοτυλῶν ἐστιν ὁ χοῦς, τοῦ δὲ ιβ τὸ τρίτον δ. ἢ καὶ οὕτως, τῶν τριῶν ὄντων τῶν ῥοδίνων τῷ πρώτῳ καὶ τῷ δευτέρῳ ὡς ἐξόχοις φησὶ χρῆσθαι. <pb facs="theriacaetalexip00nica_0387"/>τρεῖς γὰρ ἀποστάσεις ποιεῖ τὸ ῥόδον, πρώτην, μέσην καὶ τελευταίαν· ἀντὶ τοῦ ἐν τρισὶν ἀγγείοις βάλλουσιν ἔλαιον· καὶ ἐν τῷ ἑνὶ ἐξ αὐτῶν βάλλουσι τὸ ῥόδον καὶ ποιοῦσι τὴν πρώτην ἀπόστασιν τὴν ἐνεργεστέραν· καὶ ὅταν ἀποβραχῇ ἐν τῷ πρώτῳ ἀγγείῳ καὶ ποιήσῃ τὴν πρώτην ἀπόστασιν, αἴρουσιν αὐτὸ καὶ μεταβάλλουσιν ἐν τῷ δευτέρῳ ἀγγείῳ, καὶ ὅταν βραχὲν ποιήσῃ τὴν δευτέραν ἀπόστασιν, μεταβάλλουσιν αὐτὸ ἐν τῷ τρίτῳ ἀγγείῳ· καὶ οὕτω τρεῖς ἀποστάσεις ποιεῖ.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg001.1st1K-grc1" n="104"><p rend="indent">Πολύτριπτον: ἐπεὶ πολλὰ εἴδη ῥοδίνου, καὶ τὸ μὲν πρῶτον, τὸ δὲ μέσον, τὸ δὲ μικτὸν καλοῦσιν, ὅπερ πολύτριπτον εἶπε. τὸ μικτὸν δὲ τὸ ἔξοχον.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg001.1st1K-grc1" n="105"><p rend="indent">ἰσόμορον: ἰσόμορον γὰρ λέγει τὸ ἴσον τοῦ ὀμφακίνου ἐλαίου, ἀντὶ τοῦ πάλιν δ κοτύλας. ἀργῆτος δὲ τοῦ λευκοῦ ἢ λαμπροῦ ἢ καθαροῦ, ἐξ ὠμῆς ἐλαίας γεγονότος.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg5031.tlg001.1st1K-grc1" n="106"><p rend="merge">ἐν δὲ τῷ τετράμορον λείπει ο καί σύνδεσμος, ἵν’ ᾖ καὶ τετράμοιρον κηροῦ, ἀντὶ τοῦ μίαν κοτύλην κηροῦ. τῶν γὰρ δ τὸ τέταρτον ἡ μία ἐστίν.</p></div></div></body></text></TEI>